Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V ξϛ'.) Βασιλέως ἐπιστολὴ πρὸς τοὺς ἀθέους αἱρεσιώτας.

„Νικητὴς Κωνσταντιῖνος Μέγιστος Σεβαστὸς αἱρετικοῖς.

Ἐπίγνωτε νῦν διὰ τῆς νομοθεσίας ταύτης, ὦ Νοουατιανοί, Οὐαλεντῖνοι, αρκιωνισταί, Παυλιανοί, οἵ τε κατὰ φρύγας ἐπικεκλημένοι, καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ τὰς αἱρέσεις διὰ τῶν οἰκείων πληροῦντες συστημάτων, ὅσοις ψεύσεσιν ἡ παρ᾿ ἡμῖν ματαιότης ἐμπέπλεκται, καὶ ὁπως ἰοβόλοις τιδὶ φαρμάκοις ἡ ὑμετέρα συνέχεται διδασκαλία, ὡς τοὺς μὲν ὑγιαίνοντας εἰς ἀσθένειαν τοὺς δὲ ζῶντας εἰς διηνεκῆ θάνατον ἀπάγεσθαι δι᾿ ὑμῶν.

ὦ τῆς μὲν ἀληθείας ἐχθροί, τῆς δὲ ζωῆς πολέμιοι καὶ ἀπωλείας σύμβουλοι· πάντα παρ᾿ ὑμῖν τῆς ἀληθείας ἐστὶν ἐναντία, αἰσχροῖς πονηρεύμασι συνᾴδοντα, ἀτοπίαις καὶ δράμασι χρήσιμα, δι᾿ ὧν ὑμεῖς τὰ μὲν ψευδῆ κατασκευάζετα, τοὺς δ᾿ ἀναμαρτήτους θλίβετε, τὸ φῶς τοῖς πιστεύουσιν ἀρνεῖσθε. ἐπὶ προσχήματι γοῦν θειότητος ἀεὶ πλημμελοῦντες, πάντα μιαίνετε, τὰς ἀθώους καὶ καθαρὰς συνειδήσεις θανατηφόροις πληγαῖς τραυματίζετε, αὐτὴν δὲ σχεδὸν εἰπεῖν τὴν ἠμέραν τῶν ἀνθρωπείων ὀφθαλμῶν καθαρπάζετε.

καὶ τί δεῖ καθ᾿ ἕκαστον λέγειν, ὅπου γε περὶ τῶν ὑμετέρων κακὼν εἰπεῖν τι κατ᾿ ἀξίαν οὔτε βραχέος ἐστὶ χρόνου οὔτε τῶν ἡμετέρων ἀσχολιῶν. οὕτω γάρ ἐστι μακρὰ καὶ ἄμετρα τὰ παρ᾿ ὑμῖν ἀτοπήματα, οὕτως εἰδχθῆ καὶ πάσης ἀπηνείας πλήρη, ὡς μηδ᾿ [*](6 Matth. 7, 15, 16. —15 ff: vgl. Sozon. H. E. II, 32.) [*](5 πη V, που JMBA | 8 δέ τι VMB, δέστι J, δὴ Α |κέλευσμα + vor τοῖς κατ᾿ J | 9 πρόσταγμα nur in A | δυσφήμων Hkl, vgl. 113, 17, (-μον Wil.), δίφυλον VM, <JBA | 11 διετύπου VJ, διετίθετο MBA | 12 ἔσεσθαι] ἔχεσθαι MB | 14 βασιλέως –αἱρεσιώτας < JMBA |17 Νοουατιανί Wil., so oder Νοουτ. V ναυατιανοὶ JMBA | 19 εἰπεῖν < JMBA | 25 ἀτοπίαις, ις auf Ras., V | 26 χρήσιμα (auf Ras.) V, J, χρῆμα MBA | 28 μιαίνεσθε V | 30 ἀνθρωπ. ὀφθ. ˜ J | 31 δεῖ] δὴ VM.)

v.1.p.112.
ὁλόκληρον ἠμέραν πρὸς ἔκφρασιν τούτων ἀρκεῖν· ἄλλως τε καὶ ἐκκλίνειν τῶν τοιούτων προσήκει τὰς ἀκοὰς τούς τ᾿ ὀφθαλμοὺς ἀποστρέφειν, ὑπὲρ τοῦ μὴ χραίενσθαι τῇ καθ᾿ ἕκαστον διηγήσει τὴν τὴς ἡμετέρας πίστεως εἰλικρινῆ καὶ καθαρὰν προθυμίαν.

τί οὖν ἀνεξόμεθα περαιτέρω τῶν τοιούτων κακῶν; ἀλλ᾿ ἡ μακρὰ παρεπιθύμησις ὥσπερ λοιμικῷ νοσήμαται καὶ τοὺς ὑγιαίνοντας χραίνεσθαι ποιεῖ. τίνος οὖν ἕνεκεν τὴν ταχίστην τὰς ῥίζας ὡς εἰπεῖν τῆς τοσαύτης κακίας οὐ διὰ δημοσίας ἐπιστρεφείας ἐκκόπτομεν;“