Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V ξβ΄.) Βασιλέως ἐπιστολὴ πρὸς Ἀντιοχέας ἐπὶ τῇ ἑνώσει τοῦ λαοῦ καὶ τοῦ μὴ δεῖν ἀλλοτρίου ἐφίεσθαι ἐπισκόπου.

„Νικητὴς κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ λαῷ Ἀντιοχέων.

Ὠς κεχαρισμένη γε τῇ τοῦ κόσμου συνέσει τε καὶ σοφίᾳ ἡ παρ' ὑμῶν ὁμόνοια, καὶ ἔγωγε ὑμᾶς, ἀδελφοί, ἀθάνατον φιλίαν φιλεῖν ἔγνωκα, προκληθεὶς τῷ τε νόμῳ καὶ τῷ βίῳ καὶ ταῖς σπουδεῖς ταῖς ὑμετέραις. τοῦτο οὖν ἐστιν ὡς ἀληθῶς ὀρθῶς τὰ καλὰ καρποῦσθαι τὸ ὀρθῇ τε καὶ ὑγιεῖ κεχρῆσθαι διανοίᾳ.

τί γὰρ ἅν οὔτως ὑμῖν ἁρμόσειεν ; οήκοῦν θαυμάσαιμι ἄν, εἰ τὴν ἀλήθειαν σωτηρίας μᾶλλον ὑμῖν ἥ μίσους αἰτίαν φήσαιμι. ἐν οὖν τοῖς ἀδελφοῖς, οὔς μίς τε καὶ ἡ [*](3 θ' <Wil. | 4 τοῖς zwei Mal V | 5 ἡμερωτέρως JMBA | 6 ἀξίᾳ] ἐξουσία V | 8 παρῄνει <Α | 9 τοῦ <J | 10 αἴτιος J | διακηκ. <J |αὐτὸς] αὐτοῦ V | 13 ἀναθήσομαι] παραιτήσομαι J | nach κρίνας μὴ + δεῖν ΗΚΙ | 14 τῆ συναφεία V | ἐνθυμούμενος ΜΒΑ | λαῶν Wil., ἄλλων ΗSS | 15 ἐφ' ᾦ ΗSS (οb richtig ?), ὑφ' ᾦ (?) ΗΚΙ | 17 ἄν + ΗΚΙ | 20 Βασιλέως — ἐπισκόπου <JMBA |23,, Ich trage kein Bedenken zu behaupten, dass dieser Brief das allerschwerste Stück in dem historischen Schriften des Eusebius sey“ Stroth | 24 κόσμου,,Himmels“ Wil. | 29 θαυμάσαιμι V, θαυμάσαιμ’ JMBA, θαυμαστὸν ἄν εἴη ΗΚΙ | 30 τε < J | 30—107,1 verdorben! Der Sinn wird folgender sein: ἡ αὐτὴ διάθεσις ὀρθῆς καὶ δικαίας ὁδοιποιρίας (Wil.) τῷ θεῷ καταγειν + Stroth κατεπαγγέλλεται καὶ + ΗΚΙεἰς ἁγνὴν usw. Die Ergänzungen nach Wil. unnötig.)

v.1.p.107.
αὐτὴ διάθεσις ὀρθῆς καὶ δικαίας ὁδοῦ πορείαν τῷ θεῷ κατεπαγγέλλεται εἰς ἁγνήν τε καὶ ὁσίαν ἑστίαν ἐγγράφειν, τί ἄν τιμιώτερον γένοιτο τοῦ μετ' εὐτυχίας τοῖς πάντων καλοῖς ὁμογνμονεῖν; μόλιστα ὄπου τὴν πρόθεσιν ὑμῶν ἡ ἐκ τοῦ νόμου παίδευσις εἰς καλλίω διόρθωσιν φέρει, καὶ τὴν ἡμετέραν κρίσιν βεβαιοῦσθαι τοῖς ἀγαθοῖς ἐπιθυμοῦμεν δόγμασι.

θαυμαστὸν τοῦτο ἴσως ὑμῖν καταφαίνεται, τί δή ποτε τὸ προοίμιόν μοι τοῦ λόγου βούλεται. οὐ δὴ παραιτήσομαι οὐδ' ἀρνήσομαι τὴν αἰτίαν εἰπεῖν. ὁμολογῶ γὰρ ἀνεγνωκέναι τὰ ὑπομνήματα, ἐν οἶς λαμπραῖς εὐξφημίαις τε καὶ μαρτυρίαις, αἶς εἰς Εὐσέβιον εἰσηνέγκασθε ἐπίσκοπον ἤδη Καισαρέων ὄντα, ὄν καὶ αὐτὸς παιδεύσεώς τε καὶ ἐπιεικείας ἔνεκεν καλῶς γε ἐκ πολλοῦ γινώσκω, ἑώρων ὑμᾶς ἐγκειμένως αὐτὸν σφετεριζομένους.

τί οὖν ἡμεῖσθέ με πρὸς ἀκριβῆ τοῦ καλῶς ἔχοντος ἐπιζήτησιν ἐπειγόμενον διεντεθυμῆσθαι, τίαν δὲ ἐκ τῆς ὑμετέρας σπουσδῆς ἀνειληφέναι φροντίδα; ὦ πίστις ἁγία, ἤ διὰ τοῦ λόγου καὶ τῆς γνώμης τοῦ σωτῆρος ἡμῶν εἰκόνα ὤσπερ ἡμῖν τοῦ βίου δίδως, ὡς δυσχερῶς ἄν καὶ αὐτὴ τοῖς ἁμαρτήμασιν ἀντιβαίης, τῆς νίκης περιγενέσθαι ὁ τῆς δἐρήνης μᾶλλον ἀντιποιούμενος· ὡς ὅπου γέ τοί τινι τὸ πρέπον ἔξεστιν, οὐδεὶς ὁ μὴ τερπόμενος εὑρεθείη.

ἀξιῶ τοίνυν, ἀδελφοί· τοῦ χάριν οὔτω διαγινώσκομεν, ὤσθ' ἑτέροις ὕβριν δι' ὦν αἱρούμεθα προστρίψεως ἡμῶν καθαιρήσει; ἐγώ μὲν οὖν ἐπαινῶ τὸν ἄνδρα, ὄς καὶ ὑμῖν τιμῆς τε καὶ διαθέσεως ἄξιος δοκιμάζεται, οὐ μὴν οὔτω γ' ἐξησθενηκέναι τὸ παρ' ἑκάστοις κύριόν τε και βέβαιον ὀφεῖλον μένειν χρή, ὡς μὴ ταῖς ἰδίαις γνώμαις ἕκαστον ἀρκεῖσθαι καὶ τῶν οἰκείων πάντας ἀπολαύειν ἔν τε ἐφαμίλλῳ διασκέψει εἰς τὴν τοῦδε τοῦ ἀνδρὸς σύγκρισιν οὐχ ἔνα μόνον ἀλλὰ καὶ πλείους ἐκφῆναι.