Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V ξ΄.) Ἀλλὰ γὰρ ἐπὶ τούτοις ἁπάντων ἐν θυμηδίαις τὴν ζωὴν διαγόντων τῆς τ' ἐκκλησίας τοῦ θεοῦ πανταχοῦ κατὰ πάντα τρόπον καὶ παρὰ πᾶσιν ἔθνεσιν ὑψουμένης, αὖθις ὁ τοῖς καλοῖς ἐφεδρεύων φθόνος ἐπηλείφετο τῇ τῶν τοσούτων ἀγαθῶν εὐπραγίᾳ, τάχα ποτὲ καὶ αὐτὸν ἀλλοῖον ἔσεσθαι βασιλέα περὶ ἡμᾶς ἀποκναίσαντα ταῖς ἡμετέραις ταραχαῖς ττε καὶ ἀκοσμίαις ἐλπίσας.

μέγιστον δ' οὖν ἐξάψας πυρσὸν τὴν Ἀντιοχέων ἐκκλησίαν τραγικαῖς διελάμβανε συμφοραῖς, ὡς μικροῦ τὴν πᾶσαν ἐκ βάθρων ἀνατραπῆναι πόλιν. εἰς δύο μὲν γὰρ τμήματα διαιρεθέντων τῶν τῆς ἐκκλησίας λαῆν, τοῦ δὲ κοινοῦ τῆς πόλεως αὐτοῖς ἄρχουσι καὶ στρατιωτικοῖς πολεμίων [*](20 Phil. 1, 18. — 26ff.: vgl. Socr. H.E. I, 24 (59), Sozom. II, 19 (16). 2 οἶον < J|3 Ἀφροδίτης < ΜΒΑ | 4 ἀνέδην Hein, ἀναίδην ΗSS | πρότερον < JMBA | 6 ἐγγράφους πάλιν ∾ ΜΒΑ | ἐγγράφως ΜΒ | 7 αὐτὸ τοῦτο J | 8 προηγμένος J, προηγουμένως VMBA | 12 τε VMBA, <HkI | τε μέγιστον < J | 13 πω V, που JMBA | ἕργον JMB | 17 ἕκπλεα JMBA | 20 καταγγελέσθω ΜΒ | 22 πανταχοῦ <V |25 ἀποκναίσαντα (ἀποκνέσαντα V) HSS, ἀποκναισθέντα HKI(?), Wil. | 26 ἐλπίσας < ΜΒΑ | 29 γὰρ nur in J | διαιρεθέντων VJ, διαρεῖσθαι ΜΒΑ | τῶν] τὸν Α | λαὸν Α | τοῦ δὲ τοῦ κοινοῦ V.)

v.1.p.106.
τρόπον ἀνακινηθέντων, ὡς καὶ ξιφῶν μέλλειν ἄπτεσθαι, εἰ μὴ θεοῦ τις ἐπισκοπὴ ὄ τε παρὰ βασιλέως φόβος τὰς τοῦ πλήθους ἀνέστειλεν ὁρμάς,

πάλιν θ' ἡ βασιλέως ἀνεξικακία δίκην σητῆρος καὶ ψυχῶν ἰατροῦ τὰς διὰ λόγων θεραπείας προσῆγε τοῖς νενοσηκόσιν.

(COd. V ξά). Διεπρεσβεύετο δῆτα τοῖς λαοῖς ἡμερωτάτως, τῶν παρ' αὐτῷ δοκίμων καὶ τῇ τῶν κομήτων ἀξίᾳ τετιμημένων ἀνδρῶν τὸν πιστότατον ἐκπέμψας, φρονεῖν τε τὰ πρὸς εἰρήνην ἐπαλλήλοις παρῄνει γράμμασιν, ἐδίδασκέ τε πράττειν θεοσεβείᾳ πρεπόντως, ἔπειθέ τε καὶ ἀπελογεῖτο δι' ὧν πρὸς αὐτοὺς ἔγραφεν, ὡς τοῦ τῆς στάσεως αἰτίου διακηκοὼς αὐτὸς εἴη.

καὶ ταύτας δ' αὐτοῦ τὰς ἐπιστολὰς οὐ τῆς τυχούσης παιδεύσεώς ττε καὶ ὠφελείας πλήρεις παρεθέμην ἄν ἐπὶ τοῦ παρόντος, εἰ μὴ διαβολὴν ἐπῆγον τοῖς κατηγορουμένοις.

διὸ ταύτας μὲν ἀναθήσομαι, κρίνας μὴ ἀνανεοῦσθαι κακῶν μνήμην, μόνας δὲ συνάψω τῷ λόγῳ ἄς ἐπὶ συναφείᾳ καὶ είρήῃ τῶν λαῶν εὐθυμούμενος συννέγραψε, δι' ὦν παρῄνει ἀλλοτρίου μὲν ἄρχοντος, ἐφ' ᾦ τὴν εἰρήνην πεποίηντο, μηδαμῶς ἐθέλειν μεταποιεῖσθαι, θεσμῷ δ' ἐκκλησίας τοῦτον αἱρεῖσθαι ποιμένα, ὅν αὐτὸς ἄν ἀναδείξειεν ὁ κοινὸς τῶν ὄλων σωτήρ. γράφει δὲ αὐτῷ τε τῷ λαῷ καὶ τοῖς ἐπισκόποις διαφόρως τὰ ὑποτεταγμένα.