Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Αὐτίκα δ’ οὖν τῷ προσκυνηθέντι θεῷ δύο νεὼς ἀφιέρου, τὸν μὲν πρὸς τῷ τῆς γενέσεως ἄντρῳ, τὸν δ’ ἐπὶ τοῦ τῆς ἀναλήψεως ὄρους. καὶ γὰρ καὶ γέν εσιν ὑπομεῖναι ὁ μεθ’ ἡμῶν θεὸς δι’ ἡμᾶς ἠνέσχετο, καὶ τόπος αὐτοῦ τῆς ἐνσάρκου γενέσεως ὀνομαστὶ παρ’ Ἑβραίοις ἡ Βηθλεὲμ ἐκηρύττετο.

διὸ δὴ βασιλὶς ἡ θεοσεβεστάτη τῆς θεοτόκου τὴν κύησιν μνήμασι θαυμαστοῖς κατεκόσμει, παντοίως τὸ τῇδε ἱερὸν ἄντρον φαιδρύνουσα, βασιλεὺς δὲ μικρὸν ὕστερον βασιλικοῖς ἀναθήμασι καὶ ταύτην ἐτίμα, τοῖς ἐξ ἀργύρου καὶ χρυσοῦ κειμηλίοις περιπετάσμασί τε ποικίλοις τὰς τῆς μητρὸς ἐπαύξων φιλοκαλίας.

πάλιν δ’ ἡ μὲν βασιλέως μήτηρ τῆς εἰς οὐρανοὺς πορείας τοῦ τῶν ὅλων σωτῆρος ἐπὶ τοῦ τῶν ἐλαιῶν ὅρους τὴν μνήμην ἐπηρμέναις οιἰκοδομίαις ἀνύψου, ἄνω πρὸς ταῖς ἀκρωρείαις παρὰ τὴν τοῦ [*](4:vgl. Euseb. Laus Const. IX,17. – 19 Psal. 132,7. –21 ff.: vgl. Sozom. H.E. II, 2.) [*](5 τετιμημένας V, τετμημένας JMBA| πλουσίαι, aber σ über der Zeile J| 7 ἐνσάρκα ΜΒ| νέμων, ε aus o, J | 8 τῆς aus τὴν J | 9 τῆς αὐτοῦ μητρὸς τῆ μητρὸς ἐπιμελεία J | 10 διηκονήσατο V, δίηκονηματο (so!) M, διηκόνητο Β 1, διηκονεῖτο J | διαιωνίζον J| 12 ἐφ’ VJ, ὑφ’ ΜΒΑ|13 ἑαυτοῖς ΜΒ, ἑαυτῆς, η auf Ras., J |15 ἀνιστορήσασα Β |22, 23 υ. 24 γενέσ. V, vgl. Z. 7, γεννήσ. JMBA| 23 ὑπομεῖναι VJ, ὑπὸ γῆν ΜΒΑ |24 αύτοῦ., οῦ ausradiert, A | 29 παραπετάσμασι Α)

v.1.p.96.
παντὸς ὄρους κορυφὴν ἱερὸν οἶκον ἐκκλησίας ἀνεγείρασα, νεών τε κἀνταῦθα προσευκτήριον τῷ τὰς αὐτόθι διατριβὰς ἑλομένῳ σωτῆρι συστησαμένη, ἐπεὶ κἀνταῦθα λόγος ἀληθὴν κατέχει ἐν αὐτῷ ἄντρῳ τοὺς αὐτοῦ θιασώτας μυεῖν τὰς ἀπορρήτους τελετὰς τὸν τῶν ὅλων σωψτῆρα.

βασιλεὺς δὲ κἀνταῦθα παντοίοις ἀναθήμασί τε καὶ κόσμοις τὸν μέγαν ἐγέραιρε βασιλέα. καὶ δὴ δύο ταῦτα μνήμης ἐπάξια αἰωνίου σεμνὰ καὶ περικαλλῆ καθιερώματα ἐπὶ δύο μυστικῶν ἄντρων Ἑλένη αὐγούστα θεῷ τῷ αὐτῆς σωτῆρι, θεοφιλοῦς βασιλέως θοεφιλὴς μήτηρ, εὐσεβοῦς τεκεμήρια διαθέσεως ἵδρυτο, δεξιὰν αὐτῇ βασιλικῆς ἐξουσίας τοῦ παιδὸς παρασχομένου.

καρπὸν δ’ ἐπάξιον ἡ πρέσβυς οὐκ εἰς μακρὸν ἀπελάμβανεν, ἀγαθοῖς μὲν ἅπασι τὸν πάντα τῆς ζωῆς χρόνον ἐπ’ αὐτῷ γήραος οὐδῶ διαπεραναμένη, λόγοις δὲ καῖ ἔργοις τῶν σωτηρίων παραγγελμάτων εὐθαλεῖς παρασχομένη βλαστούς, κἄπειτα οὕτω βίον εὐσταλῆ καὶ ἄλυπον σώματος ὁμοῦ καὶ ψυχῆς ἐν ἐρρωμένῳ φρονήματι διανύσασα, ἐφ’ οἷς καὶ τέλος εὐσεβείας ἐπάξιον ἀγαθήν τε παρὰ θεοῦ ἀμοιβὴν κἀπὶ τοῦ παρόντος εὕρατο βίου.