Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τούτων δ’ ἀντικρὺς τὸ κεφάλαιον τοῦ παντὸς ἡμισφαίριον ἦν ἐπ’ ἄκρου τοῦ βασιλείου τεταγμένον, ὃ δὴ δυοκαίδεκα κίονες ἐστεφάνουν, τοῖς τοῦ σωτῆρος ἀποστόλοις ἰσάριθμοι, κρατῆρσι μεγίστοις ἐξ ἀργύρου πεποιημένοις τὰς κορυφὰς κοσμούμενοι, οὓς δὴ βασιλεὺς αὐτὸς ἀνάθημα κάλλιστον ἐδωρεῖτο τῷ αὐτοῦ θεῷ.

Ἔνθεν δὲ προϊόντων ἐπὶτὰς πρὸ τοῦ νεὼ κειμένας εἰσόδους αἴθριον διελάμβανεν ἄλλο. ἐξέδραι δ’ ἦσαν ἐνταυθοῖ παρ’ ἑκάτερα, καὶ αὐλὴ πρώτη στοαὶ τ’ ἐπὶ ταύτῃ, καὶ ἐπὶ πᾶσιν αἱ αὔλειοι πύλαι, μεθ’ ἃς ἐπ’ αὐτῆς μέσης πλατείας ἀγορᾶς τὰ τοῦ παντὸς προπύλαια φιλοκάλως ἠσκημένα τοῖς τὴν ἐκτὸς πορείαν ποιουμένοις καταπληκτικὴν παρεῖχον τὴν τῶν ἔνδον ὁρωμένων θέαν.

Τόνδε μὲν οὖν τὸν νεὼν σωτηρίου ἀναστάσεως ἐναργὲς ἀνίστη μαρτύριον βασιλεύς, πλουσίᾳ καὶ βασιλικῇ κατασκευῇ τὸν σύμπαντα καταφαιδρύνας, ἐκόσμει δ’ αὐτὸν ἀδιηγήτοις κάλλεσι πλείστων ὅσων ἀναθημάτων, χρυσοῦ καὶ ἀργύρου καὶ λίθων πολυτελῶν ἐν [*](5 μολίβου VMB, μολύβου JA | 7 καὶ + vor ὥσπερ JMBA| 8 ἀλλήλαις J | ἀνερευνώμενα ΜΒ 1 |9 κεκαλλυμμένα Ηkl, κεκαλλυμένα V, κεκαλυμμένα JA, κεκαλυμμένοι ΜΒ, vgl. 93,2 |10 ναὸν Α |15 ἔμπροσθεν]ἔσωθεν Α\ὑπὸ ΗSS, ἐπὶ Hkl| πισσοῖς J | ἀνεγείροντο J 17 τὰ πλήθει V, τῶ πλήθει J | 18 ἡμισφαιρίου JMBA| 19 nach βασιλείου + οἴκου J | τεταγμένον VJ, ἐκτεταμένον ΜΒΑ |22 ἐδωρεῖτοV, ἐποιεῖτο JMBA|αὐτοῦ θεῷ ~ J 24 ἄλλο ἐξέδραι V, < J in leerem Raume von 7 Vuchstg., < MBA| Wortfolgeἦσαν δὲ ΜΒΑ|25 αὔλειοι J, αὔλιοι VJBA| 26 ἀγορᾶς < Val. oder will es iin ἀγυιᾶς ändern | 28 ὁρωμένων Val., ὁρωμένην HSS| 320 βασιλεύς steht nach κατασκευῇ in MB 1.)

v.1.p.95.
διαλλαττούσαις ὕλαις, ὧν τὴν κατὰ μέρος ἐπισκευὴν φιλοτέχνως εἰργασμένην μεγέθει τε καὶ πλήθει καὶ ποικιλίαις οὐ σχολὴ νῦν ἐπεξιέναι τῷ λόγῳ.

Ἀπολαβὼν δ’ ἐνταυθοῖ χώρας ἑτέρας δυσὶν ἄντροις μυστικοῖς τετιμημένας, πλουσίαις καὶ ταῦτα φιλοτιμίαις ἐκόσμει· τῷ μὲντῆς πρώτης τοῦ σωτῆρος θεοφανείας ἄντρῳ, ἔνθα δὴ καὶ τὰ τῆς ἐνσάρκου γενέσως ὑπέστη, τὰς καταλλήλους νέμων τιμάς, τῷ δὲ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων. καὶ τὰῦτα δὲ φιλοκάλως ἐτίμα, τῆς αὐτοὺ μητρός, ἣ τοσοῦτον ἀγαθὸν τῷ τῶν ἀνθρώπων διηκονήσατο βίῳ, διαιωνίζων τὴν μνήμην.

Ἐπειδὴ γὰρ αὕτη τῷ παμβασιλεῖ θεῷ τὸ τῆς εὐσεβοῦς διαθέσεως ἀποδοῦναι χρέος ἔργον ἐποιήσατο, ἐφ’ υἱῷ τε βασιλεῖ τοσούτῳ παισί τε αὐτοῦ καίσαρσι θεοφιλετάτοις ἑαυτῆς ἐκγόνοις τὰ χαριστστήρια δεῖν ᾤετο δι’ εὐχῶν ἀποπληρῶσαι, ἧκεν δὴ σπεύδουσα νεανικῶς ἡ πρέσβυς, ὑπερβαλλούσῃ φρονήσει τὴν ἀξιάγαστον ἀνιστορήσουσα γῆν ἔθην τε τὰ ἑῷα καὶ δήμους ὁμοῦ καὶ λαοὺς βασιλικῇ προμηθείᾳ ἐποψομένη. ὡς δὲ τοῖς βήμασι τοῖς σωτηρίοις τὴν πρέπουσαν ἀπεδίδου προσκύνησιν, ἀκολούθως προφητικῷ λόγῳ, φάντι „προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ“, τῆς οἰκείας εὐσεβείας καρπὸν καὶ τοῖς μετέπειτα παραχρῆμα κατελίμπανεν.