Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

„Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ. Τοσαύτη τοῦ σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις, ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν· τὸ γὰρ γνώρισμα τοῦ ἁγιωτάτου ἐκείονυ πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάντων ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀναλάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει.

εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἕν καὶ τὸ αὐτὸ συνελθόντς ἔξιόν τι τοῦ πράγματος ἐθέλωσιν εἰπεῖν, οὐδ’ ἄν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται, ἐπεὶ τοσούτῳ πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει, ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέστη- [*](21–93,7: = in Socr. H.E. I, 9 (36), Theodret. H.E. I, 17 (46).) [*](2 τε<Diels | 6 γεγονωτέρας MB, γεγονωτέραν Α |7 μαρτυρούμενον ΗSS | 12 προμηθεία VJ, προθυμία ΜΒΑ | 13 τι V, τε JΜΒΑ |14 διεκελεύετο <ΜΒΑ | 16 τὸ φιλόθεον — τῆς εἰς <ΜΒΑ | 17 τῆς πίστεως ΜΒΑ |19 Ἐπιστ. — μαρτ. nur in V | 23 χορηγίαν Socr., Theod., V, θεραπείαν JMBA | 27 ὡς ἀληθῶς Socr., Theod., J, ὡς <VMBA | 29 ἐθέλωσιν VJMB, ἔλθωσιν Socr., ἐθέλουσιν Theod., ἐθελήσουσιν Α | 30 δυνήσεται ΜΒ, δυνήσαιντο Α | ἐπεὶ τοσούτῳ Val., ἐπὶ τοσούτῳ Socr., ἐπὶ τοσοῦτον Theod., HSS | 31 λογ. χωρ. ∾ Α |32 πίστις Socr., Theod., <HSS | συνέστηκεν Wil., συνεστηκέναι ΗSS.)

v.1.p.92.
κεν δυνατώτερα.

διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος μοι σκοπός, ἵν’ ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θανύμασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτω καὶ αἰ ὁμογνώμονι προθυμίᾳ περὶ τὸν ἅγιον νόμον σωξροσύνῃ πάσῃ καὶ ὁμογνώμονι προθυμίᾳ σπουδαιότεραι γίγνωνται.

ὅπερ δ’ οὖν πᾶσιν εἶναι νομίζω φανερόν, ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων μοι μᾶλλον μέλει, ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον,ὃν θεοῦ προστάγματι αἰσχίστης εἰδώλου προσθήκης ὥσπέρ τινὸς ἐπικεμένου βάρους ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ κρίσει γεγενημένον ἁγιώτερον δ’ ἀποφανθέντα ἀφ’ οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φὼς προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν.