Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ἅμα δὲ προστάγματι τὰ τῆς ἀπάτης μηχανήμαντα εἰς ἔδαφος ἄνωθεν ἀφ᾿ ὑψηλοῦ κατερρίπτετο, ἐλύετό τε καὶ κκαθῃρεῖτο αὐτοῖς ξοάνοις καὶ δαίμοσι τὰ τῆς πλάνης οἰκοδομήματα.

Οὐ μὴν ἐν τούτοις τὰ τῆς σπουδῆς ἵστατο, ἀλλὰ πάλιν βασιλεὺς αἴρεσθαι καὶ πορρωτάτω τῆς χώρας ἀπορρίαπτεσθαι τῶν καθαιρουμένων τὴν ἐν λίθοις καὶ ξύλοις ὕλην προστάττει. ἔργον δὲ καὶ τῷδε παρηκολούθει τῷ λόγῳ. ἀλλ᾿ οὐδ᾿ ἐπὶ τοῦτο μόνον προελθεῖν ἀπήρκει, πάλιν δ᾿ ἐπιθειάσας βασιλεὺς τοὔδαφος αὐτό, τολὺ τοῦ χώρου βάθος ἀνορύξαντας, αὐτῷ χοὶ πόρρω που καὶ ἐξωτάτω λύθροις ἅτε δαιμονκοῖς ἐρρυπωμένον ἐκφορεῖσθαι παρακελεύεται.

Παραχρῆμα δ᾿ ἐπετελεῖτο καὶ τοῦτο. ὡς δ᾿ ἕτερον ἀνθ᾿ ἑτέρου στοιχεῖον ὁ κατὰ βάθους τῆς γῆς ἀνεφάνη χῶρος, αὐτὸ δὴ [*](2 εἰ]ἤ VMB | τοιούτων VJ, τούτων τῶν ΜΒΑ |4 εἶχον, ε über o geschrieben V, εἶχε JMBA | 6 οἰκουμένην VJ, <ΜΒΑ | λάμπων <Ηkl, nicht Wil.; die Construction hängt von οὐκ εἶχεν φύσιν = οὐκ ἐδυνήθη ab | 8 καταυγάζουσα VJ, καταυγάσασα ΜΒΑ |10 πλὴν hier beg. das neue Cap. kζݲ(27) in V | 14 καὶ + vor κνεύματι ΜΒΑ | 15 ἐκεῖνον αὐτὸν V | τὸν δὲ δεδηλ. VB | 16 παραδεδ. — 24 ἀπορριπτ. τῶν <Β 1 |22 καὶ + τὰ τῆς ΜΒΑ |23 οὐ hier kein nues Cap. in V | nach μὴν + δ᾿ J | ἀλλὰ πάλιν V, πάλιν δὲ JMBA | 24 τῆς χώρας ἀπορ. τῶν <M | ἀπορρίπτεσθαι VJ, ἀπορριπτεῖσθαι Α |25 καθαιρουμένων JMBA, καθαιρομένων V | 26 ἀλλ᾿ hier beg. das Cap. κηݲ (28) in VMB | τοῦτο Ηkl, τούτω ΗSS | 28 ἀνωρύξαντος Μ, ἀνορύξαντας, ο auf Ras., J | καὶ <J | 30 παραχρῆμα hier kein neues Cap. in VMB.)

v.1.p.91.
λοιπὸν τὸ σεμνὸν καὶ πανάγιον τῆς σωτηρίου ἀναστάσεως μαρτύριον παρ’ ἐλπίδα πᾶσαν ἀνεφαίνετο, καὶ τό τε ἅγιον τῶν ἁγίων ἄντρον τὴν ὁμοίαν τῆς τοῦ σωτῆρος ἀναβιώσεως ἀπελάμανεν εἰκόνα. διὸ μετὰ τὴν ἐν σκότῳ κατάδυσιν αὖθις ἐπὶ τὸ φῶς προῄει καὶ τοῖς ἐπὶ θέαν ἀφικνουμένοις ἐναργῆ παρεῖχεν ὁρᾶν τῶν αὐτόθι πεπραγμένων θαυμάτων τὴν ἱστορίαν, ἔργοις ἁπάσης γεγωνοτέροις φωνῆς τὴν τοῦ σωτήρος ἀνάστασιν μαρτυρόμενον.

Τούτων δ’ ὧδε πραχθέντων, αὐτίκα βασιλεὺς νόμων εὐσεβῶν διατάξεσι χορηγίαις τε ἀφθόνοις οἶκον εὐκτήριον θεοπερπῆ ἀμφὶ τὸ σωτήριον ἄντρον ἐγκελεύεται πλουσίᾳ καὶ βασιλικῇ δείμασθαι πολυτελείᾳ, ὡς ἄν ἐκ μακροῦ τοῦτο προτεθειμίνος καὶ τὸ μέλλον ἔσεσθαι κρείττονι προμηθείᾳ τεθεαμένους. τοῖς μὲν δὴ τῶν ἐθνῶν ἐπὶ τὴς ἑῴας ἄρχουσιν ἀφθόνοις καὶ δαφιλέσι χορηγίαις ὑπερφυές τι καὶ μέγα καὶ πλούσιον άποδεικνύναι τὸ ἔργον διεκελεύετο, τῷ δὲ τῆς ἐκκλησίας ἐπισκόπῳ τῷ τηνικαῦτα τῆς ἐν Ἱεροσολύμοις προεστῶτι τοιάνδε κατέπεμπε γραφήν, δι’ ἧς τὸ φιλόθεον τῆς αὐτοῦ ψυχῆς τό τε καθαρὸν τῆς εἰς τὸν σωτήριον λόγον πίστεως ἐναργέσι φωναῖς παρίστη, τοῦτον γράφων τὸν πρόπον.

Ἑπιστολὴ βασιλέως πρὸς Μακάριον ἐπίσκοπον τῆς ἐν Ἱεροσολύμοις ἐκκλέως περὶ τῆς οἰκοδομῆς τοῦ μαρτυρίου.