Vita Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
„Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ. Ἕως τοῦ παρόντος χρόνου τῆς ἀνοσίου βουλήσεως καὶ τυραννίδος τοὺς ὑπηρέτας τοῦ σωτῆρος θεοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς ἐπικειμένης ἀδικίας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε.
νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης καὶ τοῦ δράκοντος ἐκείνου ἀπὸ τῆς τῶν κοινῶν διοικήσεως θεοῦ τοῦ μεγίστου προνοίᾳ ἡμετέρᾳ δ᾿ ὑπηρεσίᾳ διωχθέντος, ἡγοῦμαι καὶ πᾶσι φανερὰν γεγενῆσθαι τὴν θείαν δύναμιν, καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἁμαρτήμασί τισι περιπεσόντας ἐπιγνόντας τε τὸ ὄντως ὂν ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατάστασιν.
ὄσων [*](22—61, 8 = in Socr. H.E. I, 9 (34 ff.), = in Theodoret. H.E. Ι, 15 (44).) [*](3 διειληφότων, vgl. S. 23, 14 | 5 παρήγγειλεν V, παρήγγελλεν JA (so Wil.), παρήγγελεν MB | 7 πόλεις V, πόλιν JMBA | χώραν J | 11 das erste καὶ < 13 λοιποῦ] λόγου V | 17 παρεῖχεν J | 18 τόποις MB | 19 γραφῆ V | 21 εὐσεβίω < J, über der Zeile B2 | 23 τοὺς + vor τοῦ σωτ. JMB | θεοῦ nur in V u. Socr., χρισrοῦ Theod. | 25 ἐλάττονα τῆς < MBA | ἐλάττω J | 26 ἀξίως A | γενῆσθαι MB | 27 ἀποδοθείσης] φανείσης J, < Bl, B2 undeutlich | 28 θεοῦ τοῦ Socr., Theod. J, τοῦ θεοῦ VBA, τοῦ θεοῦ τοῦ Μ | Wortfolge προνοία θεοῦ τοῦ μεγ. J | διωχθέντος V, Socr., Theod. Cod. A, ἐκδιωχθέντος JMBA, Theod. | 30 das erste ἢ < J | 31 ὅσον V.)
ταῦτα μὲν οὖν καθ’ ἕκαστον ἔθνος ἐγράφετο τοῖς τῶν ἐκκλησιῶν προεστῶσι, τὰ ἀκόλουθά τε τούτοις πράττειν οἱ τῶν ἐθνῶν ἡγεμόνες ἐκελεύοντο, σὺν πολλῷ τε τάχει δι' ἔργων ἐχώρει τὰ νενομοθετημένα.