Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐπιστολὴ Κωοταντίνου Κωνσταντίου Ῥωμαίων [*](2 τούτω B, τούτο Μ Ι 5 καταλειφθέντα V, καταληφθέντα JMBA Ι δεσπόταις] δ’ ἐπὶ ταῖς V | 9 ἡ μεγαλοψ. ΜΒ Ι 14 πώποτε V, ποθ’ J, ποτε MBA Ι 15 θνητῶν J | 21 διαπεμφθείσῃ Hkl, διαπεμφθείσης HSS Ι μάθοις hier das neue Cap. κδ) VAU] Ι δ’ ἂν VJ, γὰρ MBA | 22 δόγμασι V, γράμμασι JMBA Ι 23 τὸ μὲν ταῖς] ταῖς μὲν ταῖς Μ, in B unleserlich J 24 ὃ JAM, ἃ ως B ω B2 auf Ras.) i 25 φυλάττοιτο MBA Ι 26 δόγματος V, γράμματος JMBA Ι 29 τοῦ λόγουλ MBA Ι πίστεως V | 31 Capp. 24 — 42. Hier werden auch die Lesarten der Hand- schriften FHL ührt. Ι Ἐπιστολή — νίκην (mit Uncialbuchst.) nur in V; hier am Rande Ὑπόδειγμα ἐκ παλαιῶν χρόνων V, vgl. S. 37, 10.)

v.1.p.51.
αὐτοκράτορος, τὸ πρῶτον καταπεμφθὲν τοῖς ἐπὶ γῆς ἑῴσς γράμμα μετὰ τὴν κατὰ τῶν τυράννων νίκην.

„Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς ἐπαρχιώταις Παλαιστίνης.

Ἡν μὲν ἀνωθέν τε καὶ πάλαι παρὰ τοῖς ὀρθῶς καὶ σωφρόνως περὶ τοῦ κρείττονος δοξάζουσιν ἔκδηλος ἡ διαφορὰ καὶ πᾶσαν ἀνείργουσα πόρρωθεν ἀμφιβολίαν, ὅσῳ τῷ μέσῳ διήλλαττεν ἡ περὶ τῆς τοῦ χριστιανισμοῦ σεβασμιωτάτης θεραπείας ἀκριβὴς παρατήρησις παρὰ τοὺς πρὸς αὐτὴν ἐκπεπολεμωμένους τε καὶ καταφρονητικῶς ἔχειν ἐθέλοντας.

νυνὶ δὲ καὶ μᾶλλον ἐπιφανεστέραις πράξεσι καὶ κατορθώμασι λαμπροτέροις τό τε τῆς ἀμφιβολίας ἄλογον ἀποδέδεικται καὶ ὁπόση τις ἡ τοῦ μεγάλου θεοῦ δύναμις, ἡνίκα τοῖς μὲν πιστῶς τὸν σεμνότατον σέβουσι νόμον καὶ μηδὲν τῶν παραγγελμάτων παραλύειν τολμῶσιν ἄφθονα τὰ ἀγαθὰ καὶ πρὸς τὰς ἐγχειρήσεις ἰσχὺς ἀρίστη καὶ μετ’ ἐλπίδων ἀγαθῶν ἀπαντῶσα, τοῖς δὲ τὴν ἀσεβῆ λαβοῦσι γνώμην πρὸς τὰς προαιρέσεις ἀκόλουθα καὶ τὰ ἀποβαίνοντα ἠν.

τίς γὰρ ἂν ἀγαθοῦ τύχοι τινός, τὸν τῶν ἀγαθῶν αἴτιον θεὸν οὔτε γνωρίζων οἴτε τὰ προσήκοντα σέβειν ἐθέλων; πίστιν δὲ τῷ ῥηθέντι καὶ τὰ ἔργα δίδωσιν.“