Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Καὶ ταῦτα μὲν περὶ τῶν ταῦθ᾿ ὑπομεινάντων ἡ βασιλέως ἐνομοθέτει γραφή. περὶ δὲ τῆς ὑπάρξεως τῶν αὐτῶν ἐντελῶς διηγόρευεν ὁ νόμος. τῶν τε γὰρ ἁγίων τοῦ θεοῦ μαρτύρων τῶν ἐν [*](1 λαμπρὰς — δῆμοι < MBA | 3 ἀλλήλους V | 4 ὄντα δὴ τοῦτον (τοῦτο ΜΒΑ) ἐδίδασκον sehr unsicher] ὅτι δὴ τοῦτο ἐδιδάχθησαν Hist. Eccl. | κἄπειτα τὸν καλλ. < V | 5 παῖδα Β1Α | 6 τ᾿ ἀμνηστία < MBA | ἦν < MBA | πάσης V, Hist. Eccl., ἁπάσης JMBA | 12 ἐπαρχιώταις VM, ἐπαρχεώταις JBA | 14 υπὸ] ὑπὲρ V | 18 ἐκελεύοντο Hkl | 19 τε < Hkl | λαμπρυνομένη VMBA, λαμπρυνόμενοι, οι auf Ras. J | 20 νήσοις VMB, νήσους AJ, aber υ auf Ras. J | ἐνοικεῖν (?) Hkl | 23 τοῖς + Hkl, vgl. S. 15, 27 | ἐπεξουσίας HSS, ἐπ᾿ ἐξουσίας Val. | 24 οἰκείας V, οἰκίας JMBA | nach ἀπολ. ist ἀξίας zu denken | 25 τὸν εὐστ., ν u. εὐ auf Ras. J | 27 ἠλευθέρου J | 30 τῶν < MBA | διηγόρευεν ὁ V, διηγόρευε, ohne ὁ, JMBA | 31 γὰρ < J. Eusebius I.)

v.1.p.50.
ὁμολογίᾳ τὴν τελευτὴν ἀποθεμένων τοῦ βίου τὰς οὐσίας ἐκέλευε τοὺς τῷ γένει προσήκοντας ἀπολαμβάνειν , εἰ δὲ μὴ τούτων τις εἴη, τὰς ἐκκλησίας ὑποδέχεσθαι τοὺς κλήρους. καὶ τὰ ἐκ ταμείου δὲ πρό- τερον ἑτέροις ἢ κατὰ πρᾶσιν ἢ κατὰ δωρεὰν ἐκποιηθέντα τά τ' ἐν αὐτῷ καταλειφθέντα εἰς τοὐπίσω προοήκειν τοῖς δεσπόταις ἀποδίδοσθυαι τὸ τῆς δωρεᾶς γράμμα διεκελεύετο. τοσαῦτα μὲν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ αἱ καταπεμφθεῖσαι όωρεαὶ παρεἶχον.

Δήμοις τε τοῖς ἐκτὸς καὶ πᾶσιν ἔθνεος τούτων ἐ̔τερα ὑπεμβάλλοντα τῷ πλήθει ἡ βασιλέως ἐδωρεῖτο μεγαλοψυχία, ἐφ' οἶς ἅπαντες οἱ καθ' ἡμᾶς, ὅσα τὸ πρὶν ἀκοῇ πυνθανόμενοι ἐν θατέρῳ μέρει τῆς Ῥωμαίων ἀρχῆς γιγνόμενα τοὺς εὖ πάοχοντας ἐμακάριζον, εὐχὴν εὐχὴν τῶν ἵσων ἀπολαῦσαι καὶ αὐτοί ποτε, ταῦθ' ὑπ' ὄψεσιν ὁρῶντες, ἤδη καὶ σφᾶς εὐδαιμονίζειν ἠξίουν, ξένον τι χρῆμα καὶ οἷον ὁ πᾶς αἰὼν ὑφ' ἡλίου αὐγαῖς οὐδεπώποτε ἱστόρησεν ἐπιλάμφαι τῷ θνητῷ γένει τὸν τοσοῦτον ὁμολογοῦντες βασιλέα. ἀλλ' οἱ μὲν ὡδε ἐφρόνουν.

Ἐπεὶ δὲ πάνθ’ ὑποτέτακτο βασιλεῖ βασιλεῖ θεοῦ σωτῆρος δυνάμει, τὸν τῶν ἀγαθῶν αὐτῷ πάροχον τοῖς πᾶσι φανερὸν ἐποίει, κἀκεῖνον τῶν νικητηρίων αἴτιον ἀλλὰ μὴ αὐτὸν νομίζειν διεμαρτύρετο, τοῦτό τε αὐτὸ ἀνεκήρυττεν διὰ χαρακτήρων Ῥωμαίας τε καὶ Ἑλληνίδος φωνῆς εἰς ἕκαστον ἔθνος έν γραφῇ διαπεμφθείσῃ. μάθοις δ' ἄν τοῦ λόγου τὴν ἀρετὴν αὐτοῖς προοβαλὼν τοῖς δόγμασι· δύο δ ἠν ταῦτα, τὸ μὲν ταῖς ἐκκλησίαις τοῦ θεοῦ, τὸ δὲ τοῖς ἐκτὸς κατὰ πόλιν δήμοις διαπεμφθέν, ὃ τῇ παρούσῃ προσῆκον ὑποθέσει ἔμοιγε δοκεῖ παρενθεῖναι, ὡς ἂν διὰ τῆς ἱστορίας μένοι καὶ διαφυλάττοιτο τοῖς μεθ’ ἡμᾶς καὶ ἡ τοῦδε τοῦ δόγματος ἔκθεσις πρός τε ἀληθείας καὶ τῶν ἡμετέρων διηγημάτων πίστωσιν. εἴληπται δ' ἐξ αὐθεντικοῦ τοῦ παρ' ἡμῖν φυλαττομένου βασιλικοῦ νόμου, ᾠ καὶ τῆς αὐτοῦ δεξιᾶς ἔγγραφος ὑποσημείωσις τῆς τῶν λόγων πιοτώσεως οἶά τινι σφραγῖδι καταση- μαινει την μαρτυριαν.