Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ἐπ᾿ αὐτὰ δὲ τὰ τῆς ὅλης οἰκουμένης τέρματα. Ἰνδῶν μέχρι τῶν ἐξωτάτω τῶν τε ἐν κύκλῳ περιοίκων τοῦ παντὸς τῆς γῆς τῷ βίῳ στοιχείου, φωτὸς [*](1 τε τοῖς — φαιδρ. MBA Ι 2 τε JMBA Ι ὅσος Hkl, ὅσον HSS Ι 3 μνημονεύεται Hkl, μνημονεύει VA, μνημονεύειν JMB Ι 5 οἱ nur in V Ι 7 βασιλέα nur in V Ι 8 μὴ ταῦτα] μήτε αὐτὰ V Ι 9 μικροῦ (aus βκροῦ) βίου σκοπεῖν V, nur μακροῦ JMBA Ι 10 nach Μακεδ. + δ’ nur J Ι 11 μὲν MBA Ι 13 τὴν πᾶσαν ζωὴν Hkl, vgl. IV, 53 Ι 14 οὐ Val., av HSS, οὐ πλέον Hkl Ι 15 ἁνὴρ Wil., ἀνὴρ HSS, Hkl Ι 17 αὐτοῦ Μ (u. BA) Ι 18 πενθοῦντι aus Cod. N, πενθοῦντα VJMBA Ι ἄριζον JA Ι 19 θνητὸν V, θνητῶν JMBA Ι 21 ἑκάστου J, ἑκάστω VMBA 23 ἐξ Hkl Ι 27 δὐνοντα Wil. Ι περιοριζομένῳ als Attribut zu Ocean unmöglich! Ι 28 ὑπηγάγετο J Ι 31 κτίσιν MB, κτῆσιν, η auf Ras., J Ι 32 τὰ V Ι ὅλης οἰκ. ~ JMBA Ι 33 τε ἐν κύκλω VJ, περικύκλω MBA Ι τῷ βίω)

v.1.p.11.
εὐσεβείας ἀκτῖσιν ἐκλάμπων, ἅπαντας εἶχεν ὑπηκόους, τοπάρχας ἐθνάρχας σατράπας βασιλέας παντοίων βαρβάρων ἐθνῶν ἐθελοντὶ ἀσπαζομένουσ καὶ χαίροντας τοῖς τε παρ΄ αὐτῶν ξενίοις τε καὶ δώροις διαπρεσβευομένους καὶ τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν περὶ πλείστου ποιουμένους, μένους, ὥστε καὶ γραφαῖς εἰκόνων αὐτὸν παρ' αὐτοῖς τιμᾶν ἀνδριάντων τε ἀναθήμασι, μόνον τε αὐτοκρατόρων παρὰ τοῖς πᾶσι Κωνσταντῖνον γνωρίξεσθαί τε καὶ βοᾶσθαι. ὁ δὲ καὶ μέχρι τῶν τῇδε βασιλικοῖς προσφωνήμασι τὸν ἑαυτοῦ θεὸν ἀνεκήρυττεν σὺν παρρησίᾳ τῇ πάσῃ.

Εἶτα οὐ λόγοις μὲν τοῦτο ἔπραττεν ἀφυστέρει δὲ τοῖς ἔργοις, διὰ πάσης δὲ χωρῶν ἀρετῆς παντοίοις εὐσεβείας καρποῖς ἐνηβρύνετο, μεγαοψύχοις μὲν εὐεργεσίαις τοὺς γνωρίμους καταδουλούμενος κρα- τῶν δὲ νόμοις φιλανθρωπίας, εὐήνιόν τε τὴν ἀρχὴν καὶ πολύευκτον ἅπασι τοῖς ἀρχομένοις κατεργαζόμενος, εἰσότε λοιπὸν μακραῖς περιόδοις όδοις ἐτῶν κεκμηκότα αὐτὸν θείοις ἄθλων ἀγῶσι βραβείοις ἀθανασίας ὃν ἐτίμα θεὸς ἀναδησάμενος, θνητῆς ἐκ βασιλείας ἐπὶ τὴν παρ' αὐτῷ ψυχαῖς ὁσίαις τεταμιευμένην ἀτελεύτητον ζωὴν μετεστήσατο, τριττὴν παίδων γονὴν τῆς ἀρχῆς διάδοχον ἐγείρας. οὕτω δὴ καὶ ὁ θρόνος τῆς βασιλείας πατρόθεν μὲν εἰς αὐτὸν κατῄει, θεσμῷ δὲ φύσεως παισὶ καὶ τοῖς τούτων ἐχγόνοις ἐταμιεύετο εἰς ἀγήρω τε χρόνον οἷά τις πατρῷος ἐμηκύνετο κλῆρος. θεὸς μὲν οὖν αὐτός, καὶ σὺν ἡμῖν ἔτι ὄντα τὸν μακάριον θεοπρεπέσιν ὑψώσας τιμαῖς καὶ τελευτῶντα κοσμήσας ἐξαιρέτοις τοῖς παρ' αὐτοῦ πλεονεκτήμασι, γένοιτ’ ἂν αὐτοῦ καὶ γραφεύς, ούρανίων οὐρανίων στηλῶν τοὺς τῶν αὐτοῦ κατορθωμάτων ἄθλους εἰς μακροὺς ἐγχαράττων αἰῶνας.

Ἐμοὶ δὲ εἰ καὶ τὸ λέγειν ἐπάξιόν τι τῆς τοῦ ἀνδρὸς μακαριότητος ἄπορον τυγχάνει τό τε σιωπᾶν ἀσφαλὲς καὶ ἀκίνδυνον, ὅμως ἀναγκαῖον μιμήσει τῆς θνητῆς σκιαγραφίας τὴν διὰ λόγων εἰκόνα τῇ τοῦ θεοφιλοῦς ἀναθεῖναι μνήμῃ, ὄκονου καὶ ἀργίας ἀφοσιουμένῳ ἔγκλημα. αἰσχυνοίμην γὰρ ἂν ἐμαυτόν, εἰ μὴ τὰ κατὰ δύναμιν, κἂν σμικρὰ ᾖ ταῦτα καὶ εὐτελῆ, τῷ πάντας ἡμᾶς δἰ ὑπερβολὴν εὐλαβείας [*](1 ἃπαντας < MBA | ἐθνάρχας σατράπας καὶ βάρβ. MBA ξενίοις τε καὶ nur in V Ι 4 αὐτὸν, ο aus ω, J Ι 5 ὥστε V, aber τε über der Zeile von V2 Ι αὐτὸν über der Zeile V2 Ι 6 παρὰ τοῖς] παρ' αὐτοῖς V Ι 7 ἀκο΄θεσθαι V1, βοᾶσθαι über der Zeile V2 Ι 9 μὲν < J Ι 10 ἐνημβρύνετο MBA, inj ein Buchst, ausradiert zwischen η u. β 14 besser θείων, vgl. S. 12,28 Ι 15 αὐτοῦ VMBA, αὐτῶ J, vgl. S. 8,29 Ι 17 ὁ θρόνος V. θρόνος JMBA Ι 18 εἰς auf Ras. J Ι κατήσει, aber σ gestrichen, V Ι 20 αὐτὸς V, αὐτὸν JMBA, αὐτῶ J Ι 24 εἰς — αἰῶνας nur in V Ι 28 τῇ < MBA Ι ἀφοσιουμένω YJ (das erste ο auf Ras. J), ἀφωσιωμένως Μ, ἀφωσιωμένω (aber das letzte ω ändert in υς) B, ἀφωσιουμένους A Ι 29 τὰ κατὰ] τὴν κατὰ Μ.; Val. κατὰ τὴν ἐμαυτοῦ δυν., wobei er ἐμαυτοῦ aus dem vorhergehenden ἐμαυτὸν gewinnt Ι 30 τῶ πάνμᾶς (ἡμᾶς ὑπερβολὴν εὐλαβαίας θεὸν A.)

v.1.p.12.
θεοῦ τετιμηκότι συμβαλοῦμαι. ἶμαι δὲ καὶ ἄλλως βιωφελὲς καὶ ἀναγκαῖον ἔσεσθαί μοι τὸ γράμμα περιλαμβάνον βασιλικῆς μεγαλονοίας πράξεις θεῷ τῷ παμβασιλεῖ κεχαρισμένας. ἡ γὰρ οὐκ αἰσχρὸν Νέρωνος μὲν τὴν μνήμην καὶ τῶν τούτου μακρῷ χειρόνων δυσσεβῶν τινων καὶ ἀθέων τυράννων ἀόκνων εὐτυχῆσαι συγγραφέων, οἳ δὴ φαύλων ὑποθέσεις δραμάτων ἑρμηνείᾳ κομψῇ καλλωπίσαντες πολυβίβλοις ἀνέθηκαν ἱστορίαις, ἡμᾶς δὲ σιωπᾶν οὓς θεὸς αὐτὸς τοσούτῳ συγκυρῆσαι βασιλεῖ, οἶον ὁ σύμπας οὐχ ἱστόρησεν αἰών, εἰς ὄψιν τε καὶ γνῶσιν αὐτοῦ καὶ ὁμιλίαν ἐλθεῖν κατηξίωσεν; διὸ προσήκοι ἄν, εἴ τισιν ἄλλοις, καὶ ἡμῖν αὐτοῖς ἀγαθῶν ἄφονον ἀκοὴν κηρύττειν ἅπασιν, οἳς ἡ τῶν καλῶν μίμησις πρὸς θεῖον ἔρωτα διεγείρει τὸν πόθον. οἱ μὲν γὰρ βίους ἀνδρῶν οὐ σεμνῶν καὶ πράξεις πρὸς ἠθῶν βελτίωσιν ἀλυσιτελεῖς χάριτι τῇ πρός τινας ἢ ἀπεχθεί¨α, τάχα δέ που καὶ πρὸς ἐπίδειξιν τῆς σφῶν αὐτῶν παιδεύσεως συναγαγόντες, κόμπῳ ῥημάτων εὐγλωττίας αἰσχρῶν πραγμάτων ὑφηγήσεις οὐκ εἰς δέον ἐξετραγᾠδησαν, τοῖς μὴ μετασχεῖν τῶν κακῶν κατὰ θεὸν εὐτυχήσασιν ἔργων οὐκ ἀγαθῶν ἀλλὰ λήθῃ καὶ σκότῳ σιωπᾶσθαι ἀξίων διδάσκαλοι καταστάντες. ἐμοὶ δὲ ό μὲν τῆς φράσεως λόγος, λόγος, εἰ καὶ πρὸς τὸ μέγεθος τῆς τῶν δηλουμένων ἐμφάσεως ἐξασθενεῖ, φαιδρύνοιτό γ' ἂν ὅμως καὶ ψιλῇ τῇ τῶν ἀγαθῶν πράξεων ἀπαγγελίᾳ, ἡ δέ γε τῶν θεοφιλῶν διηγημάτων ὑπόμνησις οὐκ ἀνόνητον ἀλλὰ καὶ σφόδρα βιωφελῆ τοῖς τὴν ψυχὴν εὖ παρεσκευασμένοις ποριεῖται τὴν ἔντευξιν.

Τὰ μὲν πλεῖστα πλεῖστα καὶ βασιλικὰ τοῦ τρισμακαρίου στρατηγήματα συμβολάς τε καὶ παρατάξεις πολέμων ἀριστείας τε καὶ νίκας καὶ τρόπαια τὰ κατ' ἐχθρῶν θριάμβους τε ὁπόσους ἤγαγε, τά τε κατ εἰρήνην αὐτῷ πρὸς τὴν τῶν κοινῶν διόρθωσιν πρός τε τὸ συμφέρον ἐκάστου διωρισμένα νόμων τε διατάξεις, ἅς ἐπὶ λυσιτελείᾳ τῆς τῶν ἀρχομένων πολιτείας συνετάττετο, πλείστους τε ἄλλους βασιλικῶν ἄθλων ἀγῶνας, τοὺς δὴ παρὰ τοῖς πᾶσι μνημονευομένους, παρήσειν μοι δοκῶ, τοῦ τῆς προκειμένης ἡμῖν πραγματείας σκοποῦ μόνα τὰ πρὸς τὸν θεοφιλῆ συντείνοντα βίον λέγειν τε καὶ γράφειν ὐποβάλλοντος. μυρίων δ' ὅσων ὅντων καὶ τούτων, τὰ καιριώτατα καὶ τοῖς μεθ' ἡμᾶς ἀξιομνημόνευτα τῶν εἰς ἡμᾶς ἐλθόντων ἀναλεξάμενος, τούτων αὐτῶν ὡς οἷόν τε διὰ βραχυτάτων ἐκθήσομαι τὴν [*](2 περιλαμβάνων V Ι 4 τῶν τούτου ΜΑV2B2, τούτω V1J, τὰ τούτω B1 Ι 5 εὐτυχῆσαι VJ, aber Punkte unter εὐ V2, τυχῆσαι MBA Ι 9 διὸ neues Cap. in VMBA Ι 10 lieber ἀφθόνων Hkl Ι 11 πρὸς θεῖον V, πρὸς τὸν θεῖον JMBA Ι 19 γ’ ἂν Hkl, γοῦν HSS Ι 22 παρασκ. M, παρησκ., aber η von zweiter Hand ändert in ε, B Ι 23 hier nicht neues Cap. in V Ι τὰ] ταῦτα V, aber Punkte unter υτα V2 Ι μακαρίου V Ι στρα- τηγήματα V, διηγήματα JMBA Ι 25 τὰ τε < MB Ι κατ’ εἰρήνην αὐτῶ < JMBA Ι 26 πρὸς τῶν τῶν κοινῶν διόρθωσιν < MBA | πρός τε VJMA, πρὸς B Ι 29 δὴ BA, δὲ VJM Ι 31 τὸν < J.)

v.1.p.13.
ὑφήγνσιν, τοῦ καιροῦ λοιπὸν ἐπιτρέποντος ἀκωλύτως παντοίαις φωναῖς τὸν ὡς ἀληθῶς μακάριον ἀνυμνεῖν, ὅτι μὴ τοῦτο πράττειν ἐξῆν πρὸ τούτου, τῷ μὴ μακαρίζειν ἄνδρα πρὸ τελευτῆς διὰ τὸ τῆς τοῦ βίου τροπῆς ἄδηλον παρηγγέλθαι. κεκλήσθω δὲ θεὸς βοηθός, οὐράνιός τε συνεργὸς ἡμῖν ἐμπνείτω λόγος. ἐξ αὐτῆς δὲ ἤδη Πρώτης ἡλικίας τοῦ ἀνδρὸς ὧδέ πη τῆς γραφῆς ἀπαρξώμεθα.

Παλαιὰ κατέχει φήμη δεινά ποτε γένη τυράννων τὸν Ἑβραί- ων καταπονῆσαι λεών, θεὸν δὲ τοῖς καταπονουμένοις εὐμενῆ εὐμενῆ φανέντα Μωüσέα προφήτην ἔτι τότε νηπιάζοντα μέσοις αὐτοῖς τυραννικοῖς οἴκοις τε καὶ κόλποις τραφῆναι καὶ τῆς παρ’ αὐτοῖς μετασχεῖν προνοῆσαι σοφίας. ὡς δ’ ἐπιὼν ὁ χρόνος τὸν μὲν εἰς ἄνδρας ἐκάλει, δίκη δ' ἡ τῶν ἀδικουμένων ἀρωγὸς τοὺς ἀδικοῦντας μετῄει, τηνικαῦτα ἐξ αὐτῶν τυραννικῶν δωμάτων προελθών ὸ τοῦ θεοῦ προφήτης τῇ τοῦ κρείττονος διηκονεῖτο βουλῇ, τῶν μὲν ἀναθρεψαμένων τυράννων ἔργοις καὶ λόγοις ἀλλοτριούμενος, τοὺς δ’ ἀληθεῖλόγῳ σφετέρους ἀδελφοὺς τε καὶ συγγενεῖς ἀποφαίνων γνωρίμους, κἄπειτα θεὸς αὐτὸν καθηγεμόνα τοῦ παντὸς ἔθνους ἐγείρας, Ἑβραίους μὲν τῆς ὑπὸ ἐχθροῖς ἡλευθέρου ἠλευθέρου δουλείας, τὸ δὲ τυραννικὸν γένος θεηλάτοις μετήρχετο δἰ αὐτοῦ κολαστηρίοις. φήμη μὲν αὕτη παλαιά, μύθου σχήματι τοῖς πολλοῖς παραδεδομένη, τὰς πάντων ἀκοὰς ἐπλήρου πρότερον, νυνὶ δὲ ὁ αὐτὸς καὶ ἡμῖν θεὸς μειξόνων ἢ κατὰ μύθους θαυμάτων αὐτοπτικὰς θέας θέας νεαραῖς πάσης ἀκοῆς ἀληθεστέρας δεδώρηται. τύραννοι μὲν γὰρ οἱ καθ' ἡμᾶς τὸν ἐπὶ πάντων θεὸν πολεμεῖν ὡρμημένοι τὴν αὐτοῦ κατεπόνουν ἐκκλησίαν, μέσος δὲ τούτοις Κωνσταντῖνος, ὁ μετ' ὀλίγον τυραννοκτόνος, παῖς ἄρτι νέος ἁπαλὸς ὡραῖός τ' ἀνθοῦσιν ἰούλοις, οἷα τις αὐτὸς ἐκεῖνος ὁ τοῦ θεοῦ θεράπων, τυραννικαῖς ἐφήδρευσεν ἐστίαις, οὐ μὴν καὶ τρόπων τῶν ἴσων, καίπερ νέος ὤν, τοῖς ἀθέοις ἐκοινώνει. εἷλκεν γὰρ αὐτὸν ἐξ ἐκείνου θείῳ σὺν πνεύματι φύσις ἀγαθὴ πρὸς τὸν εὐσεβῆ καὶ θεῷ κεχαρισμένον βίον, οὐ μὴν ἀλλὰ καὶ ζῆλος ἐνῆγε πατρικὸς ἐπ' ἀγαθῶν μιμήσει τὸν παῖδα προκαλούμενος. πατὴρ γὰρ ἦν αὐτῷ ὅτι δὴ καὶ ἄξιον ἐν καιρῷ καὶ τούτου τὴν μνήμην ἀναξωπυρῆσαι) περιφανέστατος τῶν καθ’ ἡμᾶς αὐτοκρατόρων Κωνστάντιος. οὗ πέρι τὰ τῷ παιδὶ φέροντα κόσμον βραχεῖ λόγῳ διελθεῖν ἀναγκαῖον.

[*](3 πρὸ τοῦ τὁ μὴ V, aber Punkte unter τοῦ τὸ μὴ u. am Rande τούτου τῶ V2, τῷ JB1| 7 ποτε V, τε JMBA Ι 8 καταπονῆσαι am Rande V2 Ι 12 δ’ ἡ V Ι 13 προελθὼν am Rande V2, mit Hinweisungszeichen im Texte nach θ 17 αὐτὸς JMB Ι 20 μὲν + vor σχήματι V2MBA Ι 21 πρότερον < JMBA Ι 26 ἀνθοῦσιν V, ἄνθους JMBA τις Ηκ1~| 28 ἐκοιν., ο nachher + J Ι 29 σὺν < MBA Ι 31 προκαλούμενος Hkl, προσκαλούμενος HSS Ι 32 τούτου Ηκ1, τούτω ΗSS | 33 Κωνστ., ν auf Ras., J Ι 34 οὐ πέρι Val., av περὶ HSS. am Rande οῦν V2.)
v.1.p.14.

Τεττάρων γάρ τοι τῆς Ῥωμαίων αὐτοκρατορικῆς κοινωνούν- των ἀρχῆς, μόνος ἀκοινώνητον ἀκοινώνητον τοῖς ἄλλοις περιβαλλόμενος τρόπον τὴν πρὸς τὸν ἐπὶ πάντων θεὸν φιλίαν ἐσπένδετο. οἱ μὲν γὰρ τὰς ἐκκλησίας τοῦ θεοῦ πολιορκίᾳ δῃοὔντες ἐξ ὕψους εἰς ἔδαφος καθῄρουν, αὐτοῖς θεμελίοις τοὺς εὐκτηρίους ἀφανίζοντες οἵκους, ὁ δὲ τῆς τούτων ἐναγοῦς δυσσεβίας καθαρὰς ἐφύλαττε τὰς χεῖρας, μηδαμῆ μηδαμῶς αὐτοῖς ἐξομοιούμενος. καὶ οἱ μὲν ἐμφυλίοις θεοσεβῶν Ἀνδρῶν τε καὶ γυναικῶν σφαγαῖς τὰς ὑπ΄ αὐτοῖς ἐπαρχίας ἐμίαινον, ὁ δὲ τοῦ μύσους ἀμίαντον τὴν ἑαυτοῦ συνετήρει ψυχήν. καὶ οἱ μὲν συγχύσει κακῶν εἰδωλολατρείας ἐκθέσμου σφᾶς αὐτοὺς πρότερον κἄπειτα τοὺς ὑπηκόους ἅπαντας πονηρῶν δαμόνων πλάναις κατεδουλοῦντο, ὁ δὲ εἰρήνης βαθυτάτης τοῖς ὑπ΄ αὐτοῦ βασιλευομένοις ἐξάρχων τὰ τῆς εἰς θεὸν εὐσεβείας ἄλυπα τοῖς οἰκείοις ἐβράβευεν. ἀλλὰ καὶ πᾶσι μὲν ἀνθρώποις βαρυτάτας εἰσπράξεις ἐπαιωροῦντες οἱ ἄλλοι βίον ἀβίωτον αὐτοῖς καὶ θανάτου χαλεπώτερον ἐπήρτων, μόνος δὲ Κωνστάντιος ἄλυπον τοῖς ἀρχομένοις καὶ γαληνὴν παρασκευάσας τὴν ἀρχήν, πατρικῆς κηδεμονίας ἐν οὐδενὶ λείπουσαν τὴν ἐξ αὐτοῦ παρεῖχεν ἐπικουρίαν. μυρίων δὲ καὶ ἄλλων τοῦ ἀνδρὸς ἀρετῶν παρὰ τοῖς πᾶσιν ᾀδομένων, ἑνὸς καὶ δευτέρου μνημονεύσας κατορθώματος τεκμηρίοις τε τούτοις τῶν σιωπωμένων χρησαμενος ἐπὶ τὸν προκείμενον τῆς γραφῆς σκοπὸν διαρήσομαι.