Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Πολλοῦ δὴ λόγου φήμῃ περιτρέχοντος ἀμφὶ τοῦδε τοῦ βασιλέως, ὡς ἤπιος ὡς ἀγαθὸς ὡς τὸ θεοφιλὲς ὑπεράγαν κεκτημένος, ὡς δἰ ὑπερβολὴν φειδοῦς τῶν ὑπηκόων οὐδὲ θησαυρός τις αὐτῷ τεταμίευτο χρημάτων, βασιλεὺς ὁ τηνικαῦτα τὸν πρῶτον τῆς ἀρχῆς ἐπέχων βαθμὸν πέμψας αὐτῷ κατεμέμφετο τὴν τῶν κοινῶν ὁλιγωρίαν γωρίαν πενίαν τ' ἐπωνείδιζεν, δεῖγα τοῦ λόγου παρέχων τὸ μηθὲν αὐτὸν ἐν θησαυροῖς ἀπόθετον κεκτῆσθαι.

ὁ δὲ τοὺς παρὰ βασιλέως ἥκοντας αὐτοῦ μένειν παρακελευσάμενος, τῶν ὑπ' αὐτὸν τοὺς ἀμφιλαφῆ πλοῦτον κεκτημένους ἐξ ἁπάντων τῶν ὑπὸ τῇ βασιλείᾳ συγκαλέσας λέσας Μνῶν, χρημάτων ἴφη δεῖσθαι, καὶ τοῦτον εἶναι καιρόν, ἐν ᾠ προσήκειν ἓκαστον αὐτοπροαίρετον εὔνοιαν πρὸς τὸν σφῶν ἐνδείξασθαι βασιλέα.

τοὺς δ’ ἀκούσαντας, ὅσπερ εὐχὴν ταύτην ἐκ μακροῦ θεμένους τὴν ἀγαθὴν ἐνδείξασθαι προθυμίαν, σὺν τάχει τε καὶ σπουδῇ χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν λοιπῶν χρημάτων τοὺς [*](3 πάντα V Ι 4 γε, aber γὰρ über der Zeile, V, τοι JMBA Ι 7 αὐτὸς V1, αἰτοῖς am Rande V2 Ι 9 ἐτήρει V Ι 10 εἰδωλολατρίας JMBA Ι ἐκθέσμου σφᾶς V, ἐκθέσμους ους mit Compendium) φ(ονὰς J, ἐκθέσμου φωνὰς AM, σφᾶς auf Ras. B2 Ι 22 φημὶ διατρέχοντος V, περιτρέχοντος φήμῃ JMBA Ι 29 αὐτὸν] αὐτοῦ MB Ι 32 δείξασθαι J Ι 34 προθυμίαν V1, am Rande προμήθειαν V2.)

v.1.p.15.
θησαυροὺ ἐμπλῆσαι, τῇ τοῦ πλείονος ὑπερβάλλοντας ἀλλήλους φιλοτιμίᾳ, τοῦτό τε πρᾶξαι σὺν φαιδροῖς καὶ μειδιῶσι προσώποις.

οὗ δὴ γενομένου Κωνστάντιος τοὺς παρὰ τοῦ μεγάλου βασιλέως ἥκοντας αὐτόπτας γενέσθαι τῶν θησαυρῶν ἐκέλευσεν. εἶθ’ ὧν ὄψει παρίλαβον τὴν μαρτυρίαν προσέταττε διακονήσασθαι τῷ πενίαν αὐτῷ καταμεμψαμένῳ, ἐπιθέντας τῷ λόγῳ, . . . τὰ μὴ ἀπὸ γόων μηδ’ ἐξ ἀδίκου πλεονεξίας παρεσκευασμένα, καὶ νῦν μὲν ἀθροῖσαι παρ’ἑαυτῷταῦτα, πάλαι δ’αὐτῷ παρὰ τοῖς τῶν χρημάτων δεσπόταις οἷα δὴ ὑπὸ πιστοῖς παραθηκοφύλαξι φυλάττεσθαι.

τοὺς μὲν οὖν θαῦμα κατεῖχε τῆς πράξεως, βασιλέα δὲ τὸν φιλανθρωπότατον μετὰ τὴν τούτων ἀποχώρησιν τοὺς τῶν χρημάτων μεταστέλλεσθαι κυρίους, κάντα τ’ἀπολαβόντας οἴκαδε φάναι ἀπιέαι κατέχει λόγος, πειθοῦς καὶ ἀγαθῆς εὐνοίας τοὺς ἄνδρας ἀποδεξάμενον.

μία μὲν ἥδε φιλανδρωπίας δεῖγμα φέρουσα τοῦ δηλουμένου πρᾶξις. θατέρα δὲ τῆς πρὸς τὸ θεῖον ὁσίας περιέχοι ἄν ἐμφανῆ μαρτυρίαν.