Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Μία γοῦν τις 〈γυνὴ〉 τῶν αὐτόθι ουγκλητικῶν ἀνδρῶν τὴν ἔπαρχον διεπόντων ἐξουσίαν, ὡς ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο Χριστιανὴ δ' ἦν), τόν τε ἄνδρα τὸν αὑτῆς ἔγων δέους ἔνεκα λαβόντας ἀπάγειν αὐτὴν κελεῦσαι, βραχὺν ὑποπαραιτησαμένη χρόνον ὡς ἂν τοῦ σώματος τὸν συνήθη περιβάλοιτο κκόσμον, εἴσεισιν ἐπὶ τοῦ ταμείου καὶ μονωθεῖσα ξίφος κατὰ τοῦ στέρον πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλείπει, ἔργοις δ’ ἁπάσης γεγωνοτέροις φωνῆς, ὅτι μόνον χρῆμα ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ βοωμένη παρὰ Χριστιανοῖς σωφροσύνη πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετεπειτα γενησομένους ἐξέφηνεν. αὕτη μεν οὐν τοιαύτη τις ὤφθη.

Τὸν δὲ τοιούτοις ἐπιτολμῶντα πάντες ὑπεπτηχότες, δῆμοι καὶ ἄρχοντες, ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο τυραννίδι, καὶ οὐδ' ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων δουλείαν ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης ὠμότητος. ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει τὸν δῆμον εἰς φόνον τοῖς ἀμφ' αὐτὸν δορυφόροις ἐξεδίδου, καὶ ἐκτείνετο μυρία πλήθη τοῦ δήμου Ῥωμαίων [*]( 5 διαξεύγνυς — 9 κατέχουσιν: fast dasselbe Euseb. H. E. VIII, 14,2. Mit 9 — 13 u. –25 vgl. Euseb. H. E. VIII, 14, 16 u. 17. — Capp. 3536 fast örtlicher Uebereinstimrnung Euseb. H. E. VIII, 14, 3 — 6. 6 τὰς Hist. Eccl., κατὰ νόμον — αἰσχρ. JMBA, ταύτα( ταύταις L ἐνυβριζων ἀτιμότατα τοῖς ἀνδράσιν αὖθις Hist. Eccl. Ι 11 καὶ Val. Ι 12 ταῖς μοιχείαις Hkl (vgl. Hist. Eccl. VIII, 14, 2), τοῖς οἰκείοις HSS Ι γὰρ N, γοῦν VJMBA ἢ über der Zeile V2 Ι 14 γυνὴ + Hkl Ι τις steht nach ἀνδρῶν in V Ι 17 Wort- folge αὐτὴν ἀπάγειν JMBA Ι 19 κατὰ MBA Ι 21 γεγωνοτέραν ΜΒ, γεγωνοτέρον A Ι 25 τοῖς τοιούτοις J Ι ὑπεπτηχ.] οἱ πεπτηχότες VM, ὑπεπηχότες Β1, aber τ über der Zeile B2, ὑποπεπτηχότες Hist. Eccl. Ι 29 ποτὲ Α, Hiat EccL Ι ’M) Wort- folge τοῦ Μου μυρία πλήθη Ῥ. V, μυρία τοῦ δήμου Ῥ. πλήθη Ηist. Eccl.)

v.1.p.24.
ἐπ' αὐτοῦ μέσου τοῦ ἄστεος οὐ Σκυθῶν οὐδὲ βαρβάρων ἀλλ’ αὐτῶν τῶν οἱκείων δόρασι καὶ πανοπλίαις. συγκλητικῶν γε μὴν φόνος ὅσος δἰ ἐπιβουλὴν ἐνηργεῖτο τῆς ἐκάστου περιουσίας οὐδ' ἐξαριθμήσασθαι δυνατόν, ἄλλοτε ἄλλαις πεπλασμέναις αἰτίαις μυρίων ἀναιρουμένων.