Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Καὶ γὰρ δὴ πολὺς ἢν ὁ ταύτῃ προαρπάσας τὴν βασιλεύουσαν πόλιν δυσσεβείαις καὶ ἀνοσιουργίαις ἐγχειρῶν, ὡς μηδὲν τόλμημα παρελθεῖν μιαρᾶς καὶ ἀκαθ ἄρτου πράξεως. διαξευγνύς γέ τοι τῶν ἀνδρῶν τάς κατὰ νόμον γαμετάς, αὐταῖς ἐνυβρίζων αἰσχροτάτως τοῖς ἀνδράσιν ἀπέπεμπεν, καὶ ταῦτ' οὐκ ἀσήμοις οὐδ' ἀφανέσιν, ἀλλ' αὐτοῖς ἐμπαροινῶν τοῖς τὰ πρωτεῖα τῆς Ῥωμαίων συγκλήτου βουλῆς κατέχουσιν. μυρίαις μὲν οὑν ἐλευθέραις γυναιξὶν ἐνυβρίξων αἰσχρῶς, οὐκ εἶχεν ὅπως ἐμπλήσειε τὴν ἀκρατῆ καὶ ἀκόλαστον αὐτοῦ ψυχήν.

ὡς δὲ καὶ Χριστιαναἷς ἐνεχείρει, καὶ οὐκέθ' οἷός τε ἢν εὐπορίαν ταῖς μοιχείαις ἐπινοεῖν θᾶττον γὰρ τὴν ψυχὴν θανατῶσαι ἢ τὸ σῶμα αὐτῷ παρεχώρουν ἐπὶ φθορὰν αὗται.