Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Οὕτω δὴ Κωνσταντῖνον, τοιούτου φύντα πατρός, ἄρχοντα καὶ χαθηγεμόνα τῶν ὅλων θεὸς ὁ τοῦ σύμπαντος κόσμου πρύτανις δι' ἑαυτοῦ προεχειρίζετο, ὡς μηδένα ἀνθρώπων μόνου τοῦδε τὴν προαγωγὴν αὐχῆσαι, τῶν ἄλλων ἐξ ἐπικρίσεως ἑτέρων τῆς τιμῆς ἠξιωμένων.

Ὡς οὖν ἐπὶ τὴς βασιλείας ἵδρυτο, τέως μὲν τῆς πατρικῆς προενόει λήξεως ἐπισκοπῶν σὺν πολλῇ φιλανθρωπίᾳ πάνθ' ὅσα πρότερον ἔθνη ὑπὸ τῇ τοῦ πατρὸς μοίρᾳ διεκυβερνᾶτο, ὅσα τε γένη βαρβάρων τῶν ἀμφὶ Ῥῆνον ποταμὸν ἑσπέριόν τε ὠκεανὸν οἰκούντων στασιάζειν ἐτόλμα, πάντα ὑποτάττων ἥμερα ἐξ ἀτιθάσωνβ κατειργάζετο, ἄλλα δ' ἀναστέλλων ὥσπερ τινὰς θῆρας ἀγρίους ἀπεσόβει τῆς οἰκείας, ὅσα περ ἀνιάτως ἔχοντα πρὸς ἡμέρου βίου κατάστασιν ἑώρα. 2ἐπεὶ δὲ ταῦτα κατὰ λόγον ἔκειτο αὐτῷ, τὰς λοιπὰς τῆς οἰκουμένης λήξεις πρὸ ὀφθαλμῶν θέμενος, τέως μὲν ἐπὶ τὰ Βρετταωῶν ἔθνη διέβαινεν ἔνδον ἐν αὐτῷ κείμενα ὠκεανῷ, παραστησάμενος δὲ ταῦτα διεσκόπει τὰς ἑτέρας τοῦ παντὸς μοίρας, ὡς ἂν θεραπεύοι τὰ βοηθείας δεόμενα.

Εῖθ' ὥσπερ μέγα σῶμα τὸ πᾶν τῆς γῆς ἐννοήσας στοιχεῖον, κἄπειτα τὴν τοῦ παντὸς κεφαλήν, τῆς ‘Ρωμαίων ἀρχῆς τὴν βασιλεύουσαν πόλιν, τυραννικῇ δουλείᾳ συνιδὼν καθυπηγμένην, παρεχώρει [*](1 βοαὶ V, φωναὶ JMBA| 2 ἀποδειχθέντα Hkl, ὑποδ. HSS| 4 τοῦτο hier beginnt das neue Cap. in V| 6 τῶν hier nicht neues Cap. in VMBA| 8 πρέπων, über ω, V, δέον Α| 11 pareilhf;ota V1, über α steht ων von V2| 14 ὁ τῶν JA| 16 προσαγωγὴν ΜΒΑ| 19 τῇ φιλ. JMBA| 21 οἰκούντων Hkl, οἰκοῦντα ΗSS| 22 ἐξ ἀτιθάσων V, ἐξαττιθάσσων Μ, ἐξ ἀτιθάσσων JBA| 26 βρετανῶν V| 27 ἐν Ηkl, ἐπ' ΗSS| αὐτὰ ΜΒΑ| κειμένω V1, α über ω V2| παραστ., στ auf Ras., J| 30 γῆς V, οἰκουμένης JMBA.)

v.1.p.20.
μὲν τὰ πρῶτα τὴν ὑπὲρ αὐτῆς ἄμυναν τοῖς τῶν λοπῶν κρατοῦσι μερῶν ἅτε δὴ χρόνῳ προάγουσιν, ἐπεὶ δὲ τούτων οὐδεὶς οἶός τε ἦν ἐπικουρεῖν ἀλλὰ καὶ οἱ πεῖραν λαβεῖν ἐθελήσαντες αἰσχρὸν ὑπέμειναν τέλος, οὐδὲ βιωτὸν αὐτῷ τὴν ζωὴν εἶναι εἰπών, εἰ τὴν βασιλίδα πόλιν οὕτω κάμνουσαν παρίδοι, παρεσσκευάζετο τὰ πρὸς τὴν καθαίρεσιν τῆς τυραννίδος.