De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
τέλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ.
καὶ ἐπεξεργάζεται τὸν λόγον ὧδέ πη λέγων
ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι.
καὶ ἐπιλέγει
καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διὰ τοῦ λόγου.
εἰ οὖν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων ἢ τετρακοσίων, οὐδὲν παράδοξον εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολος φησιν παραδώσειν τὴν βασιλείαν τῷ θεῷ.
καὶ προστίθησιν μεθ’ ἕτερα λέγων
τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δί’ ἡμᾶς ἀνείληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν πότερόν ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ;
Μάρκελλος μὲν οὖν τοιαῦτα λέγειν ἐτόλμα· οἱ δέ γε τοῦ θεοῦ προφῆται ἀτελεύτητον τοῦ Χριστοῦ τὴν βασιλείαν βασιλείαν μετὰ τὸν τῆς κρίσεως καιρὸν τοῦ νέου αἰῶνος τὴν ἀρχὴν καθέξειν αὐτόν φασιν. θέα γὰρ ὡς ὁ προφήτης Ἐξεκιὴλ κριτήριον τῶν τοῦ θεοῦ προβάτων ὑποθέμενος μετὰ τὴν τούτων κρίσιν τὸν Δαυὶδ αὐτοῖς ἐφίστησιν ποιμένα καὶ τὸν αὐτὸν ἄρχοντα αὐτῶν ἔσεσθαι θεσπίξει.
ὁ δὲ Δανιὴλ προειπὼν »ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν [*](5f vgl. Nr. 62. 55 — 14 vgl. Nr. 100 — 82 ff vgl. S. 176, 4—24 — Dan. 7, 9. 10 Θ΄) [*](11 μὲν and. St. | 23 βασιλείαν] + δηλονότι and. St. | 26 ἀνείληφεν and. St. Ι 27 f ἕξει ἢ V2 ἐξείη V* | 31 αὐτήν V, corr. Mo | 32 ίεζεκιὴλ)