De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ αὖθις ἐπιλέγει »καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα«. θέα δὲ ἐν πᾶσιν τούτοις ὡς ὁ μὲν θεὸς οὐ ποιμὴν οὐδὲ ἄρχων ἀλλὰ θεὸς ἔσεσθαι τῶν τοῦ μακαρίου τέλους καταξιωθησομένων λέγεται· τῶν δὲ αὐτῶν τούτων προφητεύεται ἄρχων καὶ ποιμὴν γενήσεσθαι ὁ Δαυίδ, ἐπικεκαλυμμένως ἐνταῦθα τοῦ Δαυὶδ τὸν Χριστὸν αἰνιττομένου διὰ τὸ »ἐκ σπέρματος« αὐτοῦ γεγονέναι.

τοῦτο δὲ δῆλον ἐκ τοῦ προτεθνηκέναι τὸν Δαυὶδ τοῦ χρόνου καθ’ ὃν ταῦτ’ ἐλέγετο. σαφέστερον δὲ ταῦτα καὶ Δανιὴλ ὁ προφήτης θεσπίζει τὸν Χριστὸν τοῦ θεοῦ υἱὸν ἀνθρώπου ὀνομάζων λευκώς οὕτως, ὥσπερ οὖν καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων εἴωθεν αὐτὸν ἀποκαλεῖν γραφή. λέγει δὲ τοῦτον τὸν τρόπον· »ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσηνέχθη αὐτῷ. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτώ δουλεύσουσιν·

ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται«. συνορᾷς ὡς καὶ ἐν τούτοις ἄφθαρτον καὶ ἀγήρω καί ἀτελεύτητον οὐ τοῦ λόγου τοῦ ἐν τῷ θεῷ [*](4 Ez. 34, 11. 12 — 7 Ez. 34, — 22—25 — 13 Ez. 37, 23. 24 — 17 Ez. 37, 25 — 22 Rom. 1, 3 — 27 Dan. 7, 13. 14 Θ΄) [*](1 hier a. R. ἲς V Ι ἐπισφραγίσεσθαι V, corr. We Ι 2 βεβαίωσιν καὶ πίστωσιν? Mo | μάρτυρι m μαρτυρίᾳ V | 3 ἰεζεκιὴλ V2 Ι δὴ2 gtr. Ga | 9 ποιμένα] + ἵνα LXX Ι 15 λαόν V* (?) LXX λεών V2 Ι 16 ποιμὴν] + εἷς LXX Ι 30 αὐτῷ Kl nach LXX Ι καὶ2 üb. d. Ζ. V1 Ι 32 αἰώνιος m αἰῶνος V (LXX 130))

v.4.p.177.
τὴν βασιλείαν ἔσεσθαι, ἀλλὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου παρίστησιν ὁ προφήτης, ἕτερόν τε παρὰ τὸν παλαιὸν τῶν ἡμερῶν σαφῶς διδάσκει τὸν υἱὸν εἶναι τοῦ ἀνθρώπου τὸν τὴν ἄφθαρτον βασιλείαν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν, δηλαδὴ παρὰ τοῦ αὐτοῦ πατρός, ὑποδεξάμενον.

ἀλλὰ Μάρκελλος ἕνα καὶ τὸν αὐτὸν εἷναι ὁρίζεται, καὶ μίαν ὑπόστασιν δυσὶν ὀνόμασιν ὑποκειμένην· ἔτι μὴν καὶ τὴν βασιλείαν αὐτοῦ περιγράφειν τολμᾷ καὶ τέλος ἔσεσθαι τῆς Χριστοῦ βασιλείας ἀναιδῶς οὕτως ἀποφαίνεται μετὰ τὸν τῆς κρίσεως καιρόν, τοῦτον γράφων τὸν τρόπον

μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακα- λύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας·