De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ »θεὸς ἦν ὁ λόγος«, οὐδὲ τῆς θεότητος αὐτοῖς φθονήσει, ὥστε ἐπαληθεῦσαι τὸν ἀπόστολον »κληρονόμους μὲν θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ« γενήσεσθαι τοὺς ἁγίους προφήσαντα. ναὶ μὴν καὶ σώμασιν οὐρανίοις ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις χρήσονται παραπλησίοις, καὶ ἐν τούτῳ τῆς αὐτοῦ μεταληψόμενοι δόξης·

ὃ δὴ παρίστη ὁ αὐτὸς φήσας »ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα. ὁρᾷς ὅπως τῷ δύνασθαι αὐτὸν ὑπο- τάξαι αὐτώ τὰ πάντα καὶ τοῦ σώματος τοῦ ἡμετέρου μετασχηματισμὸν ποιήσει εἰς τὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ« καὶ τὸ ἡμέτερον ἀπεργάσασθαι.

εἰ δὲ τὸ ἡμέτερον σύμμορφον ἔσται »τῷ σώματι τῆς δόξης αὐτοῦ«, πῶς οὐχὶ καὶ πολὺ πρότερον τὸ τῆς αὐτοῦ δόξης σῶμα τῆς αὐτοῦ κοινωνὸν ἔσται βασιλείας; καὶ εἰ τὸ ἡμέτερον καταποθήσεται ὑπὸ τῆς ζωῆς, ὡς ὁ ἀπόστολος ἐμαρτύρησε φήσας »ἐφ᾿ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«, πῶς οὐχὶ πολὺ πρότερον τὸ αὐτοῦ σῶμα ὡς ἂν ἐξυπηρετησάμενον τῇ αὐτοῦ θεότητι καταποθήσεται οὐχ ὑπὸ μόνης τῆς ζωῆς ὁμοίως τῴ ἡμετέρῳ ἀλλὰ καὶ ὑπὸ τῆς αὐτοῦ θεότητος; μὴ δὴ οὖν πυνθανέσθω μηδ’ ἀπορείτω τις πρὸς ἑαυτόν, τί δὴ προσήκει λογίζεσθαι περὶ τοῦ σωτηρίου σώματος, τρανῶς Παύλου λέγοντος ἀκούων, δεῖν κατ’ ἀποθήσεσθαι »τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«, καὶ τὸ ἡμέτερον σῶμα σύμμορφον ἔσεσθαι »τῷ σώαὐτὸν τῆς δόξης τοῦ Χριστοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα«.

ἄρ’ οὖν ὑποτάξει ἑαυτῷ τὰ πάντα· καὶ τοιαύτην τινα τὴν σωτήριον ὑποταγὴν χρὴ νοεῖν, καθ’ [*](9 Joh. 1, 1 — 10 Rom. 8, 17 — 14 Phil. 3, 20. 21 — 19 ff Phil, 3, 21 — 24 II Kor. 5, 4 — 30 II Kor. 5, 4) [*](8 δὲ üb. d. Z. V 2 | 11 προφητεύσαντα? We | 13 ὁ Kl | 17 αὐτῷ V, doch vgl. Z. 33 | τῴ Kl τὸ V | 18 αὐτῷ V, doch vgl. Z. 33 | 30 τὸ üb. d. Z. V 2 I 31 τῴ σώματι Kl nach NT u. Z. 16 | 33 καὶ Kl nach NT u. Z. 17)

v.4.p.174.
ἢν καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἄλεκτόν τινα καὶ ἄρρητον καὶ μόνῳ αὐτῷ πρέπουσαν ὑποταγὴν ποιησόμενος, ὅτε τοὺς ὐπ’ αὐτοῦ πάντας χοροῦ δίκην περιστοιχισάμενος »τῷ θεῷ καὶ πατρὶ« προσάξει, τὴν δόξαν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὸ σέβας καὶ τὴν μεγαλωσύνην ἅτε δὴ πάντων τῶν ἀγαθῶν αἰτίῳ προσοίσων,