De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ἀλλ’ ὥσπερ οὐχ ἕνωσιν ὁ ἀπόστολος ἐδήλου λέγων ὑποταγήσεσθαι τῷ υἱῷ τὰ πάντας, ἀλλὰ τὴν ἐξ αὐθεκουσίου προαιρέσεως ὑπακοὴν καὶ τὴν δόξαν καὶ τὴν τιμὴ ἣν ἀποδώσει αὐτῷ τὰ πάντα οἶα σωτῆρι καὶ βασιλεῖ τῶν ὅλων, τὸν αὐτὸν τρόπον καὶ τὸ αὐτὸν ὑποταγήσεσθαι τῷ πατρὶ οὐδὲν ἕτερον σημαίνοι ἂν ἢ τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὸ σέβας τήν τε μεγαλοπρέπειαν τήν τε αὐθεκούσιον ὑπακοήν, ἣν καὶ αὐτὸς ἀποδώσει »τῷ θεῷ καὶ πατρί«, ἐπειδὰν τοὺς πάντας ἀξίους τῆς πατρικῆς θεότητος εἶναι παρασκευάσῃ.

τέως μὲν γάρ, ὡς ὅτε οὐκ ἄξιοι ταύτης εἰσίν, προλαβὼν αὐτὸς οἷά τις κοινὸς ἁπάντων σωτὴρ διορθωτικὴν τῶν ἀτελῶν καὶ θεραπευτικὴν τῶν θεραπείας δεομένων βασιλείαν βασιλεύει τοὺς τῆς βασιλείας ἐχθροὺς ὑπάγων τοῖς αὐτοῦ ποσίν· ὃ δὴ παρίστησιν ὁ φάσκων Ψαλμὸς »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σοῦ«, ὅτε δὲ τοὺς μὲν ἐχθροὺς ὑπὸ πόδας θήσει,

τοὺς δὲ τῆς αὐτοῦ βασιλείας ἀξίους ἐν ἀτελευτήτῳ ζωῇ καταστήσει, τηνικαῦτα γὰρ] καὶ ὁ πάντων ἐχθρὸς θάνατος »ἔσχατος« καταργηθήσεται· μηδενὸς γὰρ θνῄσκοντος ἔτι, ἐν αἰωνίῳ δὲ ζωῇ ζησομένων τότε τῶν τῆς βασιλείας ἀξίων, τὸν θάνατον ἀργήσειν εἰκὸς μηκέτ’ ἔχοντα οὓς θανατώσειεν.

ὡν ὧδε εὐτρεπισθέντων τῷ υἱῷ τοῦ θεοῦ σωτήριον [*](2f Ι Kor. 15, 28 — 7f vgl. Nr. 108 — 17 Ι Kor. 15, 28 — 23 Ι Kor. 1524 - 28 Ps. 109, 1 — 32 I Kor. 15, 26) [*](10 τὴν αὐτὴν] τοιαύτην? Mo; str. αὐτὴν ? We | 24 ὡς ὅτε] εἰδὼς ὅτι? We | 30 δὲ Loofs | 32 γὰρ str. Kl (vgl. Μο) | ἐχθρῶν? Mo)

v.4.p.173.
ὑποταγὴν πάντες οἱ ἅγιοι ὑποταγήσονται· αὐτῷ ζωῇ μὲν ὄντι ζησόμενοι αἰωνίως, σοφίᾳ δὲ ὄντι σοφοὶ γενόμενοι, λόγῳ δὲ ὄντι λόγιοι ἀπεργασθέντες. οὕτω δὲ καὶ χριστοὶ γενήσονται πνεύματι τῆς αὐτοῦ εὐωδίας χρισθέντες, φωστῆρές τε ἀναδειχθήσονται τοῦ νέου αἰῶνος ἐξ αὐτοῦ τὰ φῶτα χορηγούμενοι, καὶ υἱοὶ δὲ θεοῦ ἔσονται τώ τῆς υἱοθεσίας πνεύματι κοσμηθέντες, καὶ τῶν λοιπῶν ἐν αὐτῷ δυνάμεων μεθέξουσιν οἱ αὐτῷ ὑποταγησόμενοι, ὡς καὶ δικαίους γενέσθαι ἐκ τῆς αὐτοῦ δικαιοσύνης καὶ ἁγίους ἐκ τῆς αὐτοῦ ἁγιωσύνης. ἐπεὶ δὲ