De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ μεταβὰς ἑξῆς ἐπὶ τὸ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὴν γῆν πάλιν τὴν σάρκα εἶναι λέγει, γράφει δὲ οὕτως

(Nr. 18) ποίαν ταύτην τὴν γῆν ἢ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; »γῆ« γὰρ »εἶ« φησὶν »καὶ εἰς γῆν ἀπελεύσῃ«. ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν.
καὶ ταῦτα δὲ φάσκει, οὐ μνημονεύσας ὁ σοφώτατος ὡς καὶ ἀνωτέρω πρὸ τοῦ τὴν γῆν ποιῆσαι ἐκτίσθαι τὴν σάρκα ἀρχὴν ὁδῶν τοῦ θεοῦ εἰρηκὼς ἔτυχεν.

εἰ δὲ ὅλως διὰ τῆς γῆς τὴν σάρκα ἐδήλου, πῶς οὐ προϋπάρχειν τῆς σαρκὸς ἀνάγκη ὁμολογεῖν τὸν λέγοντα | πρὸ τοῦ τὴν γῆν ποιῆσαι ἑαυτὸν εἶναι, »πρὸ« γὰρ »τοῦ αἰῶνος« φησὶν »ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι«. οὐκοῦν πρὸ τοῦ τὴν σάρκα ποιῆσαι ὁ ταῦτα λέγων ὑπῆρχεν.

εἰ δὲ καὶ μὴ πολλῶν αἰώνων ἐμνημόνευσεν, ἀλλ’ ἑνός, οὗ καὶ ὁ σωτὴρ ἐμνήσθη εἰπὼν »οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται«, καὶ οὕτως

οὐχ ἡ σὰρξ ἣν ἀνείληφεν ὁ σωτὴρ ἡμῶν πρὸ τοῦ ἐνεστῶτος αἰῶνος ὑπῆρχεν, ἀλλ’ αὐτὸς ὁ ταῦτα διὰ Σολομῶνος διδάσκων. ὁρᾷς ὅσῃ περιπέπτωκεν δυσχωρίᾳ ὁ τῆς εὐθείας καὶ βασιλικῆς παρατραπεὶς ὁδοῦ.

ὁ δὲ πρὸς ταῖς εἰρημέναις ἔτι καὶ ταῦτα προστίθησιν λέγων

(Nr. 19) »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι« φησίν· ἐνταῦθα τὰς ἀβύσσους παροιμιωδῶς ὁ προφήτης τὰς τῶν ἁγίων καρδίας εἶναι λέγει τὰς ἐν τῷ ἑαυτῶν βάθει τὴν τοῦ πνεύματος ἐχούσας δωρεάν.
καὶ οὐ συνίησιν ὡς πρὸ τῆς ἐνσάρκου τοῦ σωτῆρος ἡμῶν παρουσίας οἱ ἅγιοι τοῦ θεοῦ προφῆται τοῦ αὐτοῦ μετέσχον πνεύματος, Μωσῆς τε καὶ οἱ ἔτι Μωσέως παλαιότεροι. οὐκοῦν ἀνάγκη τούτων ἀπασῶν τῶν ἀβύσσων, εἰ δὴ αἱ τῶν ἁγίων καρδίαι ἦσαν αὗται, παλαιότερον εἶναι τὸν λέγοντα »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι«.

πῶς οὖν δυνατὸν ἦν ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἀναφέρεσθαι ταῦτα; καὶ μὴν εἴ τις αὐτῷ παρῆν τῶν θείων γραφῶν ἐπιστήμη, οὐκ ἂν εὐχερῶς οὕτως ἀπεφαίνετο τὰς τῶν ἁγίων καρδίας εἶναι τὰς ἀβύσσους, ἐπιστήσας ὡς »σκότος« ἦν »ἐπάνω τῆς ἀβύσσου« κατὰ τὴν Μωσέως μαρτυρίαν καὶ ὡς πολὺς καὶ δυσερμήνευτος ὁ περὶ αὐτῶν ἐν τῇ θείᾳ γραφῇ φέρεται λόγος. ὁ μὲν γὰρ ἀπόστολος »μὴ εἴπῃς« φησὶν »τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;

τουτέστιν Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν«. ἔοικεν γοῦν ἐν τούτοις τὰ τοῦ ᾅδου χωρία κεκληκέναι ἄβυσσον. καὶ αὐτὸς δὲ ὁ κύριος σαφέστερον τοῦτο παρίστη, ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ λέγων »ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θυνάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν«;

καὶ τὰς ἐν τῇ ἀβύσσῳ δὲ δυνάμεις πονηράς, περὶ ὧν εἴρηται »αἰνεῖτε αὐτὸν ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι αἱ ἄβυσσοι«, καὶ ἔτι τὸ ἐπάνω τῆς ἀβύσσου σκότος, περὶ οὗ Μωσῆς ἔφη »καὶ σκότος ἐπάνω τῆς ἀβύσσου«, ταῦτα πάντα μαθών, εἴπερ ἦν ἐπιπόνως ἀλλὰ μὴ ἐξιτήλως ταῖς θείαις ἐντετυχηκὼς γραφαῖς, |

79v
οὐκ ἂν τὰς τῶν ἁγίων καρδίας ἐτόλμα εἰπεῖν τὰς ἀβύσσους,

ἔγνω δ’ ἂυ ὅπως εἴρηται καὶ τὸ »ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου« καὶ αὖθις »ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὕδατος« καὶ πάλιν »ἄβυσσος ὡς ἱμάτιον

τὸ περιβόλαιον αὐτοῦ«.

ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διηκρίβωσεν ἄν, εἴ τις ἦν αὐτῷ φροντὶς τῆς τούτων καταλήψεως. νῦν δὲ προχείρως οὕτως καὶ διαλελυμένως τὰς τῶν ἀγίων καρδίας τὰς ἀβύσσους εἶναι ἀποφηνάμενος, οὐδ’ οὕτως συνῆκεν ὡς πρὸ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν τῶν ἐξ αἰῶνος γενομένων ἑαυτὸν ὑπάρχειν ἐδίδαξεν ὁ εἰπὼν »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι«· ὡς πανταχόθεν μὴ δύνασθαι τῇ σαρκὶ τοῦ σωτῆρος ἐφαρμόζειν τὰς προκειμένας λέξεις.

ὁ δὲ ἐφ’ ἑτέραν μεταβὰς ῥῆσιν τῆς αὐτῆς γραφῆς, καὶ ταύτην οὕτως ἑρμηνεύει λέγων

(Nr. 20) τί τοίνυν ἔστιν καὶ τουτὶ τὸ κεφάλαιον »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα,