De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

3 εἰ μὲν οὖν μὴ καὶ τὴν Μωσέως καὶ τῶν μετὰ Μωσέα προφητῶν παρεδέχετο γραφήν, εἶχεν ἄν τινα εἰκότα αὐτῷ λόγον ἡ ἀπό δόσις· ἐπεὶ δὲ οὐ τῶν ἀθετούντων ἐστὶν τὴν παλαιὰν διαθήκην, τί δή ποτε τοὺς μὲν ἀποστόλους καὶ τούτων τὰς διδασκαλίας ὁδοὺς ὠνόμασεν, οὐχὶ δὲ πρόσεσχεν τοῖς τοῦ θεοῦ προφήταις μυρία περὶ ὁδῶν θεοῦ γεγραφόσιν; πρῶτον μὲν γὰρ Μωσῆς ὧδε γράφων ἔλεγεν

»ὁδῷ βασιλικῇ πορεύσῃ«
78v
καὶ »ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου«,

καὶ ὁ Δαυὶδ ὁμοίως »γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται« , καὶ Ἱερεμίας »στῆτε ἐν ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορεύεσθε ἐν αὐτῇ«· καὶ ἕκαστον δὲ τῶν προφητῶν διαφόρως μνημονεύσαντα τῶν ὁδῶν τοῦ θεοῦ εὑρήσεις.

εἰ τοίνυν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς [τοῦ θεοῦ] ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ θεοῦ ἑαυτὸν διδάσκει λέγων »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« (πάντως που καὶ Μωσέως καὶ τῶν προφητῶν καὶ τῶν ἔτι ἀνωτέρω κατὰ τὰς ὁδοὺς τοῦ θεοῦ βεβιωκότων ὢν πρεσβύτερος), ἀλλ’ οὐχὶ ἡ σὰρξ ἣν ἀνείληφεν ἐκείνων ἁπάντων ὑπῆρχεν προγενεστέρα, οὐκ ὀρθῶς ἐπὶ τὴν σάρκα ἐξείληπται τὸ λόγιον.

οὐ διὰ τὴν σάρκα τοίνυν ταῦτ’ ἔλεγεν ὁ σωτήρ, διὰ δὲ τὸ προϋπάρχειν αὐτὸν καὶ καθηγεῖσθαι πασῶν τῶν ὁδῶν τοῦ θεοῦ, ἃς πάντες οἱ πάλαι θεοφιλεῖς ἄνδρες ὡδεύκασιν.

ἐπεὶ δὲ ὁ θεῖος ἀπόστολος λέγων »ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ« ἑτέρας τινὰς ὁδοὺς ὑποβάλλει, τὰς προνοητικὰς τῶν ὅλων, δι’ ὧν ἀπορρήτῳ κρίσει καὶ λόγοις ἀλήπτοις τὰ σύμπαντα διακυβερνᾷ θείᾳ δυνάμει, ἀκόλουθόν ἐστιν καὶ τούτων τῶν ὁδῶν ἀρχὴν εἶναι λέγειν τὸν εἰρηκότα »κύριος ἔκτισέν με ἀρχὴν ὁδών αὐτοῦ εἰς ἔργα αὐτοῦ« . ὁ δὲ μὴ νοήσας τὰς ὁδοὺς τοῦ θεοῦ, τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν | ἀρχὴν τούτων εἶναι ἀπεφήνατο.

ἐρμηνεύει δὲ καὶ τὸ »εἰς ἔργα αὐτοῦ« φάσκων

(Nr. 13) »ἔκτισεν οὖν με« φησὶν »ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔρχα αὐτοῦ«. ποῖα δὲ ἔργα φησίν; περὶ ὧν ὁ σωτὴρ λέγει »ὸ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«, καὶ αὖθις »τὸ ἔργον« φησὶν ἐτελείωσα ὃ δέδωκάς μοι«.

εἶθ’ ὥσπερ διασαφῶν τὴν τῶν εἰρημένων διάνοιαν ἐπιλέγει

(Nr. 13) τίς γὰρ πρὸ τῆς τῶν πραγμάτων ἀποδείξεως ἐπίστευσεν ἂν ὅτι λόγος θεοῦ διὰ παρθένου τεχθεὶς τὴν ἡμετέραν ἀναλήψεται σάρκα καὶ τὴν πᾶσαν θεότητα ἐν αὐτῇ σωματικῶς ἐπιδείξεται;
καὶ ὥσπερ ἐντελῆ τὴν διάνοιαν ἀποδοὺς ἐπάγει
(Nr. 113) οὐκοῦν τοῦτ’ ἔστιν τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοὺ«.

καὶ ταῦτα δὲ ἔγραφεν, οὐ δυνηθεὶς τοὺς τῆς διανοίας ὀφθαλμοὺς »εἰς ὕψος« ἆραι καὶ τῷ προφήτῃ παραπλησίως εἰπεῖν »ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας« οὐδὲ μνημονεύσας τοῦ προφητικοῦ λόγου, δι’ οὗ εἴρηται τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν«.

εἰ γὰρ τούτοις προσεσχήκει, ἔγνω ἂν ὅτι πρὸ οὐρανοῦ καὶ γῆς καὶ πρὸ τοῦ σύμπαντος κόσμου καὶ οὐ πρὸ τῶν ὁρατῶν μόνον ἀλλὰ καὶ πρὸ τῶν νοητῶν ἔργων τοῦ θεοῦ, τῶν ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις δυνάμεσιν ἐν ὑποστάσει ὄντων, ἦν καὶ προῆν ὁ ταῦτα λέγων. ὁ δὲ μεταβὰς ἐπὶ τὸ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«, πάλιν τὴν σάρκα εἰς μέσον ἄγει λέγων οὕτως

(Nr. 14) θεμέλιον τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν.

ὡς καὶ ὁ ἀπόστολος λέγει »θεμέλιον γὰρ ἄλλον οὐδεὶς
79r
δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός«.
καὶ ἐπιλέγει
(Nr. 14) ἑνὸς δὲ αἰῶνος ἐνταῦθα μέμνηται, ἀφ’ οὗ τὰ κατὰ τὸν Χριστὸν τεθεμελιῶσθαι ἔφη, καίτοι πολλῶν παρεληλυθότων αἰώνων, ὡς ὁ Δαυὶδ ἔφη »ὁ ὑπάρχων πρὸ τῶν αἰώνων«.