De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

εἰ γὰρ προσποιεῖται ταύτας μὴ παραδέχεσθαι τὰς φωνάς, πλὴν δῆλός ἐστιν ἐκ τοῦ ποτὲ μὲν ἔνδον αὐτὸν λέγειν ἐν τῷ θεῷ, ἄλλοτε δὲ δι’ ἐνεργείας δραστικῆς προϊέναι αὐτοῦ, ἀφ’ ὧν τε τῷ ἀνθρωπίνῳ ἀπεικάζει αὐτὸν λόγῳ. ὅ γε μὴν θεῖος εὐαγγελιστὴς κατ’ οὐδένα τῶν ἀποδεδομένων τρόπων λόγον ὑπεστήσατο τὸν πρὸς αὐτοῦ θεολογούμενον, ἀλλ’ οἷον ἔπρεπεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ νοεῖν, λόγον μὲν ὄντα καθ’ ὃ πάντα λόγῳ συνεστήσατο καὶ χωρὶς λόγου τῶν ὄντων οὐδὲν γέγονεν, θεὸν δὲ καὶ μονογενῆ καθ’ ὃ μόνος ἀληθῶς ἦν υἱὸς τοῦ ἐπὶ πάντων θεοῦ, υἱὸς γνήσιος ὄντως καὶ ἀγαπητός, τῷ αὐτοῦ πατρὶ κατὰ πάντα ἀφωμοιωμένος.

διὸ καὶ φῶς ἦν ἀληθῶς καθ’ ὃ τὸ νοερὸν καὶ λογικὸν ταῖς κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημέναις ψυχαῖς ἐναυγάζει φέγγος. διὸ οὐ πάντων αὐτὸν φῶς εἶναί φησιν, ἀλλὰ μόνων ἀνθρώπων· »ἦν« γὰρ τὸ φῶς »τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον« ἔφη. οὕτω δὲ καὶ ζωὴ ὑπῆρχεν ἀληθῶς, καθ’ ὃ πᾶσιν τοῖς ζῶσιν τὸ τῆς ἐξ αὐτοῦ χορηγίας παρέχει νᾶμα. καὶ καθ’ ἑκάστην δὲ ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων παραστατικὰς εὕροις ἂν αὐτοῦ καὶ ἀληθεῖς ἐπωνυμίας. κατὰ πάντα γὰρ ἀλήθεια ἦν ὁ υἱὸς τοῦ θεοῦ, ὃ δὴ παρίστησιν αὐτὸς λέγων »ἐγώ εἰμι ἡ ἀλήθεια«.