De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«, καὶ ἔτι τούτοις προσθεῖσα τὸ »ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν. | καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει«, καὶ τὰ τούτοις ἀκόλουθα, δι’ ὧν τὸν υἱὸν τοῦ θεοῦ καὶ τὰ ἐξαίρετα τοῦ θείου φωτὸς καὶ τῆς ἐν αὐτῷ ζωῆς, ὅπως τε δι’ αὐτοῦ τὰ ὑπὸ Μωσέως εἰρημένα πάντα καὶ τὰ ἔτι τούτων ἐπέκεινα συνέστη, παιδεύει. ἀλλὰ τούτων οὐδὲν Μάρκελλος εἰδὼς ποτὲ μὲν Ἰουδαΐζων ποτὲ δὲ Σαβελλίζων ἁλίσκεται,

κατὰ μὲν τὸν Ἰουδαῖον πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν εἶναι φάσκων πλὴν τοῦ θεοῦ μόνου, 〈τῆς ἐκκλησίας〉 πρὸ τῆς τοῦ κόσμου συστάσεως τὸν πατέρα εἶναι καὶ τὸν υἱὸν ὁμολογούσης, κατὰ δὲ τὸν Σαβέλλιον ἕνα καὶ τὸν αὐτὸν εἶναι ἀποφαινόμενος υἱὸν καὶ πατέρα καὶ ποτὲ μὲν αὐτὸν ἐνδιάθετον εἰσάγων λόγον ποτὲ δὲ προφορικόν.