De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
οὐκοῦν ἕτερος ἦν οὗτος, ὃν »ὁ κόσμος« »οὐκ ἔγνω«, θεὸς καὶ λόγος, φῶς ὑπάρχων τε καὶ ὠνομασμένος. φῶς δὲ οὐκ αἰσθητὸν οὐδὲ σαρκῶν ὀφθαλμοὺς ὁμοίως ἡλίῳ φωτίζον. οὕτω γὰρ ἂν καὶ ἡ τῶν ἀλόγων ζῴων φύσις μετεῖχεν αὐτοῦ. νυνὶ δὲ διδάσκει ὁποῖον ἦν φῶς, λέγων »ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«. μόνον ἄρα ἦν ἀνθρώπων τὸ λογικὸν τοῦτο φῶς.
διὸ δυνάμει νοερᾷ καὶ λογικῇ τὰς »κατ’ εἰκόνα« τὴν αὐτοῦ »καὶ ὁμοίωσιν« πεποιημένας ψυχὰς νοερὰς καὶ λογικὰς
56r
ἀπειργάζετο. ὡς δὲ οὐκ αἰσθητὸν ἐτύγχανεν φῶς, οὕτως οὐδὲ τὸ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὁ θεός, ἦν. »ὁ« γὰρ θεὸς φῶς ἐστιν καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία«. καὶ γὰρ ὁ μὲν φῶς ἀπροσιτον ἦν. ὡς ὁ θεῖος ἀπόστολος διδάσκει λέγων »φῶς οἰκῶν ἀπρόσιτον. ὃν εἶδεν οὐδεὶς οὐδὲ ἰδεῖν δύναται«·