De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ὁ δ’ »ἐν τῷ κόσμῳ ἦν«, »φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«. ἀλλὰ καὶ ὁ κόσμος, φησίν. διὰ τοῦδε τοῦ φωτὸς γέγονεν, τοῦ κρείττονος, δηλαδὴ τοῦ πατρός, διὰ τοῦ υἱοῦ τὸ πᾶν συνισταμένου. τρεῖς μὲν δὴ αὗται κατὰ τὸ αὐτὸ τῶν τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεων εὔφημοι καὶ εὐσεβεῖς ἐπηγορίαι τῷ θεολόγῳ τῆς γραφῆς ἀρχομένῳ παρελήφθησαν· ὁ λόγος καὶ ὁ θεὸς καὶ τὸ φῶς.

δ′. ἤδη δὲ καὶ τετάρτην προστίθησιν ὁ αὐτός, μονογενῆ τὸν αὐτὸν ἀποκαλῶν ἐν οἷς φησιν »καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας«. οὐκοῦν καὶ [ὁ] μονογενὴς τοῦ θεοῦ πρὶν τὴν σάρκα ἀναλαβεῖν ἐχρημάτιζεν. εἰ γὰρ καὶ τὰ μάλιστα, φησίν, δι’ ἡμᾶς »ὁ λόγος σὰρξ ἐγένετο«, ἀλλ’ ὅμως ἡμεῖς. οἷς | κατηξίωσεν ἐνδείξασθαι τὴν ἑαυτοῦ θεότητα. οὐκ εἰς τὴν σάρκα ἀφορῶντες. (αὕτη γὰρ »μορφὴ δούλου« ἦν) ἀλλ’ εἰς τὴν δόξαν αὐτοῦ τὴν ἐκτὸς τοῦ σώματος νῷ καθαρῷ θεωρουμένην, »ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ«, δόξαν ἄρρητον καὶ πάντα θνητῶν λογισμὸν ὑπερβαίνουσαν, ὁποίαν ‹ἄν› τις ἐννοήσειεν »δόξαν« υἱοῦ θεοῦ »μονογενοῦς«.