De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ια′. πρὸς τούτοις μεσίτην αὐτὸν τοῦ θεοῦ 〈ὁ〉 αὐτὸς ὠνόμασεν, τὴν Μωσέως νομοθεσίαν ἐν χειρὶ αὐτοῦ δεδόσθαι 〈εἰπὼν〉 δι’ ὧν φησιν »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«. ἀκούεις ὅπως ἰδίως τὸν

θεὸν ἀποκαλῶν καὶ ἀγγέλους ὀνομάζων, μεταξὺ τὸν μεσίτην εἰσάγει λέγων »ὁ δὲ μεσίτης
59v
ἑνὸς οὐκ ἔστιν«. ἦν ἄρα καὶ πρὸ τῆς ἐνανθρωπήσεως κατὰ τοὺς Μωσέως χρόνους μεσιτεύων τῇ νομοθεσίᾳ.

ιβʹ. καὶ ἀρχιερέα δὲ αὐτὸν ὁ αὐτὸς ἀπόστολος ἀποκαλεῖ λέγων »ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ«.

ιγʹ. οὐ μὴν ἀλλὰ καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τοῦ θεοῦ καὶ υἱὸν καὶ κληρονόμον τὸν αὐτὸν οἶδεν λέγων »ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ«. καὶ ἐνταῦθα (ὥσπερ ἀνωτέρω ἐλέγετο περὶ τοῦ λόγου τὸ πάντα δι’ αὐτοῦ ἐγένετο«, καὶ περὶ τοῦ φωτὸς τὸ »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο«, καὶ περὶ Ἰησοῦ Χριστοῦ τὸ »ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός,

δι’ οὗ τὰ πάντα«) θέα ὅπως περὶ τοῦ αὐτοῦ ὁμοίως εἴρηται τὸ »δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας«.

ιδ’. ἐπιστῆσαι δὲ τὸν νοῦν ἐν τούτοις ἄξιον, ὅπως ὠνόμασται ἀπαύγασμα· οἶμαι γὰρ τῆς ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γεννήσεως παραστατικὸν εἶναι τὸν λόγον. πολλάκις γὰρ ὠνομασμένου υἱοῦ καὶ τοῦ θεοῦ πατρὸς χρηματίσαντος, 〈ἵνα μὴ καταπεσόντες〉 ἐπὶ τὰς τῶν ζῴων γενέσεις τοιοῦτόν τινα τρόπον ὑπολάβοιμεν, ἐπὶ τοῦ θεοῦ θεοπρεπεστέρᾳ κέχρηται εἰκόνι ὁ ἀπόστολος,

περὶ μὲν τοῦ πατρὸς εἰπὼν »φῶς οἰκῶν ἀπρόσιτον«, τὸν δὲ υἱὸν ἀπαύγασμα τοῦ πατρικοῦ φωτὸς ὁρισάμενος, ὥστε εἶναι τὸ ἀπαύγασμα γέννημα τοῦ πρώτου φωτός, οὐ κατὰ τὴν τῶν θνητῶν ζῴων ὑποστὰν γένεσιν, κατὰ δὲ τὸ ῥηθὲν παράδειγμα. εἰκότως οὖν καὶ εἰκόνα αὐτὸν | »τοῦ θεοῦ τοῦ ἀοράτου« ἀποκαλεῖ, διὰ τὸ »ἐν μορφῇ θεοῦ« ὑπάρχειν, καὶ διὰ τὸ »ἀπαύγασμα« εἶναι »καὶ χαρακτῆρα τῆς ὑποστάσεως«.