De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
συνορᾷς ὅτι πρὸ τοῦ κενῶσαι ἑαυτὸν καὶ μορφὴν δούλους λαβεῖν ἦν καὶ προῆν καὶ
»ἐν μορφῇ θεοῦ« ὑπῆρχεν. τίς δὲ ἦν οὗτος; οὐδεὶς ἄλλος ἢ Ἰησοῦς Χριστός. αὐτὸς οὖν ἦν θεὸς λόγος Ἰησοῦς Χριστὸς καὶ πρὶν ἢ τὴν σάρκα λαβεῖν.ἀκριβῶς γὰρ ἀκουστέον τοῦ θείου ἀποστόλου λέγοντος »τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ«, καὶ διασαφοῦντος ἑξῆς τίς ποτ’ ἦν οὗτος Ἰησοῦς Χριστός, δι’ ὧν ἐπισυνάπτει λέγων »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών«.
μήτι οὖν κἀνταῦθα ἐπὶ τὴν σάρκα οἷόν τέ ἐστιν ἐκλαβεῖν τὸ λόγιον; μὴ περὶ τῆς σαρκὸς ἁρμόζει λέγειν τὸ »ὃς [καὶ« καὶ τὸ »ὑπάρχων«; ἀλλὰ μὴ σὰρξ »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«; ἀλλὰ γελοῖον τοῦτό γε. φέρ’ οὖν ἐξετάσωμεν ὅπως εἴρηται τὸ »ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν«. εἰ μὲν δὴ λόγος ἦν ἀνύπαρκτος, μηδαμῶς ἔξωθεν τοῦ θεοῦ ὑφεστώς, ἀλλ’ ἔνδον ὢν ἐν αὐτῷ, ποτὲ μὲν ἐν ἡσυχία καὶ σιγῇ ποτὲ δὲ ἐν τῷ ἐνεργεῖν,
καὶ πῶς οὗτος ἦν »ἐν μορφῇ θεοῦ«, δυνάμει [θεῷ] αὐτὸς ὢν ὁ θεός; πῶς δὲ »οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«, αὐτὸς ὢν θεός; πῶς δὲ »ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος« τῷ πατρί; τὸ γὰρ ὑπακούειν τόνδε τῷδε δυεῖν γένοιτ’ ἂν προσώπων παραστατικόν.
καὶ ἐπειδήπερ τῷ παρὰ ἀνθρώποις λόγῳ κέχρηται εἰκόνι Μάρκελλος, πευστέον εἰ δύναται ἁρμόζειν ἐπὶ τοῦ ἀνθρωπίνου λόγου τὸ λέγειν· ὃς ἐν μορφῇ ἀνθρώπου ὢν οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ἀνθρώπῳ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν γενόμενος ὑπήκοος τῷ ἀνθρώπῳ; καὶ πῶς ὁ ἐν ἀνθρώπῳ συμφυὴς λόγος ταῦτα ἂν ποιήσειεν, 〈ἓν〉 καὶ ταὐτὸν ὑπάρχων τῷ ἀνθρώπῳ; οὐκ ἄρα λόγος ψιλὸς καὶ ἀνυπόστατος ἔσται ἀλλ’ υἱὸς ἀληθῶς μονογενὴς τοῦ θεοῦ ὁ »ἐν μορφῇ θεοῦ ὑπάρχων«, ὃς »οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών«, ὃν καὶ Ἰησοῦν Χριστὸν ὠνόμαζεν ὁ θεῖος ἀπόστολος, προϋπάρχοντα αὐτὸν τῆς σαρκὸς ἀκριβῶς ἐπιστάμενος.