De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἦν δὲ αὕτη »παρὰ τοῦ πατρὸς« δόξα. ὁρᾷς ὅπως οὐκ εἶπεν· »καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς« λόγου, καίτοι προειπὼν »ὁ λόγος σὰρξ ἐγένετο«, ἀλλ’ ἵνα διδάξῃ ὁποῖον αὐτὸν ὑπεστήσατο λόγον (ὅτι μὴ σημαντικόν· πῶς γὰρ καὶ οἷόν τε ἦν τὸν τοιοῦτον σάρκα γενέσθαι;). ἀναγκαίως μονογενῆ αὐτὸν προσεῖπεν.
καὶ τὴν δόξαν αὐτοῦ ταύτην εἶναι διδάσκει, καθ’ ἣν νοεῖται μονογενὴς τοῦ θεοῦ υἱός. ὑπάρχειν τε αὐτῷ φησιν τὴν δόξαν οὐκ ἄλλοθεν ἢ παρὰ τοῦ πατρός· οὐ γὰρ ἀγένητον οὐδὲ ἄναρχον οὐδὲ ἰδιόκτητον εἶχε τὴν δόξαν. ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών. ὃ δὴ καὶ αὐτὸς παρίστη λέγων »πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρά σοι«.