De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τὸ μὲν γὰρ θεὸν ὁμολογεῖν ἕνα πρὸς ἀντιδιαστολὴν τῆς Ἑλλήνων πολυθέου πλάνης πρῶτοι παρειλήφασιν Ἰουδαίων παῖδες. τὸ δὲ καὶ πατέρα τὸν αὐτὸν υἱοῦ μονογενοῦς γνωρίζειν ἐξαίρετον γέρας ἡ χάρις ἡ σωτήριος τῆ ἔκκλησίᾳ δεδώρηται. υἱὸν δε Ἰησοῦν Χριστὸν μόνον οἶδεν καὶ οὐδένα ἕτερον, οὐ κατὰ τὴν τῆς σαρκὸς ἣν ἀνείληφεν γένεσιν (ταύτην γὰρ δούλου μορφὴν καὶ υἱὸν ἀνθρώπου καλεῖν δεδίδακται), κατὰ δὲ τὴν ἐξ αὐτοῦ τοῦ θεοῦ καὶ πατρὸς πρὸ πάντων αἰώνων ἄγνωστον τοῖς πᾶσιν· καθ’ ἣν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος καὶ αὐτὸν υἱὸν θεὸν ὑπεστήσατο, οὐκ ἰδιόκτητον καὶ τοῦ πατρὸς ἀφωρισμένην | οὐδ’ ἄναρχόν τινα καὶ ἀγέννητον οὐδὲ ἄλλοθέν ποθεν ξένην καὶ τοῦ πατρὸς ἀλλοτρίαν ἐφελκόμενον θεότητα, ἐξ αὐτῆς δὲ τῆς πατρικῆς μετουσίας ὥσπερ ἀπὸ πηγῆς ἐπ’ αὐτὸν προχεομένης πληρούμενον.

49v
μόνῳ γὰρ »ἐν αὐτῷ πᾶν τὸ πλήρωμα« τῆς πατρικῆς ἐνοικεῖν »θεότητος« ὁ μέγας ἐπαίδευσεν ἀπόστολος. διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κηρύττεται, »καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοὺ«· εἷς δὲ καὶ μονογενὴς τοῦ θεοῦ υἱός, εἰκὼν τῆς πατρικῆς θεότητος, καὶ διὰ τοῦτο θεός.

ἣν δὴ θεολογίαν οἱ πολλοὶ νοεῖν οὐ χωρήσαντες, ποικίλας ἀτραποὺς ἐπενόησαν πλάνης· α′) οἱ μὲν θεὸν δόντες τὸν υἱόν, τὸν δ’ ἄνθρωπον ὃν ἀνείληφεν ἀρνησάμενοι, β′) οἱ δὲ ψιλὸν ἄνθρωπον ὑποθέμενοι. τὸν δ’ ἐν αὐτῷ θεὸν ἀγνοήσασντες, γ′) οἱ δὲ φόβῳ τοῦ

δοκεῖν δεύτερον εἰσηγεῖσθαι θεὸν τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν ὁρισάμενοι. οὓς ἐκτραπεῖσα ἡ ἐκκλησία τοῦ θεοῦ τῷ τῆς ἀληθείας εὐαγγελικῷ κηρύγματι σεμνύνεται, ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἔχειν αὐχοῦσα, ἕνα δὲ καὶ υἱὸν μονογενῆ θεὸν ἐκ θεοῦ Ἰησοῦν Χριστὸν ἐπιγραφομένη, σωτῆρα τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου γινόμενον ὁμολογοῦσα, ὄντα μὲν υἱὸν θεοῦ πρὶν ἢ καὶ ἀνθρώπου γενέσθαι, καὶ τοῦτο δὲ γενόμενον ὅπερ οὐκ ἦν δι’ ἄφατον ὑπερβολὴν τῆς τοῦ πατρὸς φιλανθρωπίας.

ὁ μὲν δὴ τῆς ἀληθείας λόγος ταῦτ’ ἐκ προσώπου βοᾷ τῆς ἐκκλησίας· οἱ δὲ τὸν υἱὸν τοῦ θεοῦ ἀρνούμενοι, ἕνα δὲ θεὸν εἶναι φάσκοντες καὶ οὐδὲν ἕτερον, τί καὶ παρενοχλοῦσιν μάτην τῇ ἐκκλησίᾳ, ταῖς Ἰουδαίων προσομιλεῖν συναγωγαῖς δέον; | τί δὲ καὶ βλασφήμοις σφὰς αὐτοὺς περιπείρουσιν λόγοις, τὸν ἕνα θεὸν συκοφαντοῦντες διτταῖς ἐπηγορίαις, εἰ δὴ τὸν αὐτὸν πατέρα καὶ τὸν αὐτὸν υἱὸν ὑποτίθενται; καὶ τίνος γάρ ἐστιν πατήρ, μηδενὸς ὑφεστῶτος υἱοῦ; τίνος δὲ υἱὸς ἔσται, μὴ προϋπάρχοντος τοῦ γεγεννηκότος; εἷς δὲ ὢν πάντως που αὐτὸς ἔσται ὁ σαρκωθεὶς καὶ παθὼν καὶ τὸν ἐν ἀνθρώποις διανύσας θνητὸν βίον.

ἀλλὰ ταῦτα λέγοντα Σαβέλλιον ἡ ἐκκλησία τοῦ θεοῦ, ὡς ἄθεα καὶ δυσσεβῆ τολμῶντα, μακρὰν ἤλασεν· ταῦτα δὲ Μάρκελλος ἀνανε οῦσθαι πειρᾶται, προκαλύμματι χρώμενος οὐ πιθανῷ λόγῳ. θεὸν γὰρ ἕνα ὀρθῶς ὁριζόμενος τοῦτον αὐτὸν λόγον ἔχειν ἐν ἑαυτῷ ἡνωμένον καὶ συνημμένον αὐτῷ φησίν· κἄπειτα τοῦ ἑνὸς θεοῦ τὸ μέν τι πατέρα καλεῖ, τὸ δὲ υἱόν, ὡς διπλῆν τινα καὶ σύνθετον οὐσίαν ἐν αὐτῷ εἶναι.