De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

πρὸ δὲ τῆς τούτων ἐξετάσεως, ἐπειδὴ μεταξὺ τοῦ συγγράμματος τὸν Σαβέλλιον ὑπ’ αὐτοῦ κοπτόμενον εὗρον, καταπλαγεὶς τῆς ἠλιθιότητος τὸν ἄνδρα. ὡς οὐκ ἐφείσατο κακῶς ἀγορεῦσαι ὃν πάντων μᾶλλον ἐπαινεῖν αὐτὸν ἐχρῆν ὁμόδοξον αὐτῷ καὶ ὁμογνώμονα γεγονότα, οὐχ ἡγησάμην ἀντιπαρελθεῖν σιγῇ τὸν λόγον, παραδοῦναι δὲ καὶ τούτου ἔλεγχον τῷ παρόντι γράμματι. τὸ μὲν γὰρ τοὺς τοῦ θεοῦ λειτουργοὺς πρὸς αὐτοῦ διαβεβλῆσθαι εἰ καὶ αὐτῷ μὲν ψόγον τοῖς δ’ ἐλευθερουμένοις τῆς πρὸς αὐτὸν κοινωνίας εὐδοξίαν ἐπήγαγεν,

ὅμως εἴχετό τινος εἰκότος τὸ δοκεῖν τὰ μὴ αὐτῷ φίλα φαυλίζειν· τὸ δὲ λαθεῖν κόπτοντα αὑτὸν διὰ τῆς τοῦ ὁμογνώμονος δυσφημίας ἀναιδείας ἔμοιγε δοκεῖ ἅμα καὶ ἀναισθησίας ὑπάρχειν. ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, γένοιτ’ ἂν ἔλεγχος αὐτὸς ἑαυτοῦ, υἱοπάτορα τὸν θεὸν κατὰ τὸν Σαβέλλιον, | εἰ καὶ μὴ γυμνῷ τῷ λόγῳ, τῇ γοῦν ἀληθείᾳ

εἰσάγων, τῷ τὴν ὑπόστασιν ἀναιρεῖν τοῦ υἱοῦ, ἕνα δὲ θεὸν ὁρίζεσθαι. καὶ τοῦτον ἑαυτοῦ πατέρα καὶ αὖ πάλιν υἱὸν ἀποκαλεῖν ἑαυτοῦ. λόγον γὰρ εἶναι δοὺς τὸν ἐν τῷ θεῷ,

ἕν τε καὶ ταὐτὸν ὄντα αὐτῷ τοῦτον ὁρισάμενος, πατέρα τούτου χρηματίζειν αὐτὸν ἔφη· τόν τε λόγον υἱὸν εἶναι αὐτοῦ, οὐκ ἀληθῶς ὄντα υἱὸν ἐν οὐσίας ὑποστάσει, κυρίως δὲ καὶ ἀληθῶς ὄντα λόγον. ἐπισημαίνεται γοῦν ὅτι μὴ καταχρηστικῶς λόγον. ἀλλὰ κυρίως καὶ ἀληθῶς ὄντα λόγον, καὶ μηδὲν ἕτερον ἢ λόγον.

εἰ δὲ μηδὲν ἕτερον, δῆλον ὡς οὐδὲ υἱὸς ἦν κυρίως καὶ ἀληθῶς, μέχρι δὲ φωνῆς καὶ ὀνόματος καταχρηστικῶς ὠνομασμένος. ἕν τε εἶναι λέγων καὶ ταὐτὸν τῷ θεῶ τὸν λόγον, τὸν σαρκωθέντα καὶ ἐκ τῆς παρθένου τεχθέντα, θεὸν αὐτὸν ἀπέφηνεν. ὃ δὴ πάλαι καὶ πρόπαλαι τὸν Σαβέλλιον φθεγξάμενον ἀπεδοκίμασεν ἡ ἐκκλησία τοῦ θεοῦ, τοῖς ἀθέοις αὐτὸν αἱρεσιώταις ‹ἐγ›καταλέξασα.