Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Τάδε λέγει κύριος, δι’ ὑμᾶς τὸ ὄνομά μου [*](28 Es. 52, 5.)

v.3.p.410
βλασφημεῖται ἐν τοῖς ἔθνεσι· διὰ τοῦτο γνώσεται ὁ λαός μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν οωτηρίαν σου, λέγων, Σιῶν βασιλεύσει σου ὁ θεός. φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος Σιών. ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλὴμ, ὅτι ἠλέησε κύριος αὐτὴν, καὶ ἐρρύσατο Ἱερουσαλὴμ, καὶ ἀποκαλύψει τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.”

Τούτοις ἑξῆς ἐπισυνῆπται ὑφ’ ἕνα καὶ τὸν αὐτὸν τὸν εἱρμὸν ἡ περὶ τοῦ πάθους τοῦ Χριστοῦ προφητεία, ἣν καὶ ἐπὶ σχολῆς ἐκθήσομαι. εἷς δὲ ὢν καὶ ὁ αὐτὸς κύριος ὁ φήσας ἐν τῇ πρὸ ταύτης περικοπῇ πρὸς τὸν Ἰουδαίων λαὸν ‟ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἢν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, διὰ τῶν ἐν χερσὶ πρὸς τοὺς αὐτούς φησιν ‟δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.”

εἶθ’, ὡς ἔχων ἕτερον παρ’ αὐτοὺς λαὸν, ἐπιφέρει ‟διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου” διδάσκει τε ὅτι μὴ ἕτερος, ἀλλ’ αὐτὸς ὁ ἐν τοῖς προφήταις λαλήσας κύριος, ἐπιδημήσει ποτὲ τῷ βίῳ, λέγων ‟ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι.” τὸ δὲ ‟ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εύαγγελιζομενος ἀγαθὰ, ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιῶν, βασιλεύσει σου ὁ θεὸς,” σαφέστερον

v.3.p.411
οἱ λοιποὶ ἐκδεδώκασιν ἑρμηνευταί·

ὁ μὲν Ἀκύλας εἰπὼν ‟τί ὡραιώθησαν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένου, ἀκουτίζοντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὸν, ἀκουτίζοντος σωτηρίαν, λέγοντοςτῇ Σιῶν, ἐβασίλευσεν ὁ θεός σου;” καὶ ὁ Σύμμαχος φήσας ‟τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκουστὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθὰ, ἀκουστὴν ποιοῦντος σωτηρίαν, λέγοντος τῇ Σιῶν, ἐβασίλευσεν ὁ θεός σου;” ἀντὶ δὲ τοῦ “φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται, ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται,” ὁ μὲν Σύμμαχος οὕτως ἡρμήνευσεν φωνὴ τῶν σκοπῶν σου ἐπῆραν φωνὴν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται.”