Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Οὕτω λέγει κύριος, ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέ- [*](16 Es. 48, 12. 26 Es. 50, 1.)

v.3.p.409
στεῖλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. μὴ οὐχὶ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελἐσθαι;”

εἶτ’ ἐπὶ τῆς αὐτῆς προφητείας ὑποβὰς ̔ἐγὼ δὲ, φησὶν, οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. τὸ νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.”

Αὐτὸς ὁ κύριος διὰ τούτων τὴν εἰς ἀνθρώπους αὑτοῦ παρουσίαν σαφῶς ὁμολογῶν ἀπελέγχει τὸν Ἰουδαίων λαὸν, ὅτι μὴ ἐλθόντα αὐτὸν καταδέξονται, μηδὲ καλοῦντι ὑπακούσονται. καὶ τοῦθ’ ὥσπερ ἐπολογούμενος αἴτιον τῆς αὐτῶν ἐκείνων ἀποβολῆς γεγονέναι διδάσκει· ‟ἐπεὶ γὰρ ἦλθον” φησὶν ‟καὶ οὐκ ἦν ἐν ὑμῖν ἄνθρωπος, ἐκάλεσά τε καὶ οὐδεὶς ἦν ὁ ὑπακούων, διὰ τοῦτο, φησὶ, ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, ἅτε αὐτοὶ ἀφ’ ἑαυτῶν ἀποστάται τῆς ἐμῆς κλήσεως καταστάντες, ἀλλ’ οὐκ ἐμοῦ βιβλίον ὑμῖν ἀποστασίου δεδωκότος.

σαφῶς δὲ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτείνεται, ὁμοῦ δὲ τὰ περὶ τὸ πάθος τετολμημένα αὐτοῖς δηλοῖ λέγων ‟τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα” καὶ τὰ τούτοις ἑξῆς. καὶ ταῦτα ἐπὶ σχολῆς τῆς προσηκούσης τεύξεται ἑρμηνείας.

  • Ἀπὸ τοῦ αὐτοῦ.