Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καϊ γάρ μέχρι θανάτου καϊ αυτών νεκρών οι τής φιλανθρωπίας αυτόν έκάλουν νόμοι, ως αν καϊ

v.3.p.237
τῶν πάλαι τεθνεώτων τὰς ψυχὰς ἀνακαλέσοιτο.

ὅτι δὴ τῶν ἐξ αἰῶνος ἁπάντων αὐτῷ τῆς σωτηρίας ἔμελεν, καὶ ὅπως διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ᾑ τὰ θεῖα παιδεύει λόγια, κἀνταῦθα πάλιν ἀναμὶξ ὑπῄει τὴν οἰκονομίαν, ὡς μὲν ἄνθρωπος τὸ σῶμα τῇ συνήθει παραχωρῶν ταφῇ, ἀναχωρῶν δὲ αὐτοῦ ὡς θεός.

φωνήσας γοῦν μέγα καὶ ‟ τῷ πατρὶ παρατίθεμαι τὸ πνεῦμα” εἰπὼν ἄφετος ἀνεχώρει τοῦ σώματος, οὐδαμῶς περιμείνας προσεῖναι αὐτῷ τὸν θάνατον, μέλλοντα δὲ καὶ ὥσπερ ἀποκνοῦντα, μᾶλλον δὲ ὑπὸ πόδα χωροῦντα καὶ ἀπογεύγοντα, διώκων αὐτὸς ὄπισθεν καὶ ἐλαύνων, τάς τε ἐξ αἰῶνος πύλας τῶν σκοτίων μυχῶν διαρρηγνὺς, καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδημέωοις παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιούμενος.

ταύτῃ τοι αὐτῷ καὶ ὁ τεθνεὼς ἀνηγείρετο, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνίσταντο, συνεισελαύνοντα αὐτῷ εἰς τὴν ἁγίαν καὶ ὡς ἀληθῶς οὐρανόπολιν, ὡς εἰκότως ἐν ταῖς θείαις ἀνειρῆσθαι φωναῖς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.

καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων σωτὴρ καὶ κύριος ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, νικηφόρος λεγόμενος, ἐν ταῖς προφητικαῖς προρρήσεσιν ἐπικερτομῶν εἰσάγεται τῷ θανάτῳ, καὶ τὰς αὐτόθι λύων πεπεδημένας ψυχὰς, δι’ ὧν τὸν ἐπινίκιον ὕμνον προφέρεται, αὐτὰ δὴ ταῦτα λέγων ἐκ χειρὸς Ἀίδου ῥύσομαι αὐ- τοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτῶν τὰς ψυχάς. ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρ- [*](3 Heb. 2, 14. 8 Luc. 23, 46. 16 Mattli. 27, 53. 20 Es. 25, 8. 27 Hos. 13, 14. 1. Cor. 15, 55.)

v.3.p.238
τέα, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.”

τοιαύτη τις αὐτῷ καὶ μέχρι τοῦ θανάτου ἐγένετο ἡ οἰκονομία, ἧς οὐ μίαν αἰτίαν, ἀλλὰ καὶ πλείους εὕροι ἄν τις ἐθελήσας ζητεῖν. πρώτην μὲν γὰρ ὁ λόγος διδάσκει, ἔνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· δευτέραν δὲ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας, ὑπὲρ ἡμῶν τυθεὶς καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα·

τρίτην, ὡς ἂν ἱερεῖον θεοῦ καὶ μεγάλη θυσία ὑπὲρ τοῦ σύμπαντος κόσμου προσαχθείη τῷ ἐπὶ πάντων θεῷ· τετάρτην, ὡς ἂν οὕτω τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας ἀπορρήτοις λόγοις καθαίρεσιν ἀπεργάσαιτο·

πέμπτην ἐπὶ ταύτῃ, ὡς ἂν τοῖς αὐτοῦ γνωρίμοις καὶ μαθηταῖς τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα μὴ λόγοις μηδὲ ῥήμασι καὶ φωναῖς, ἀλλὰ αὐτοῖς ἔργοις παραστήσας, ὀφθαλμοῖς τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσοιτο καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρῦξαι.

αὐτίκα δ’ οὖν αὐτοὺς δὴ τούτους τοὺς γνωρίμους καὶ θιασώτας, οὓς αὐτὸς αὑτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὑτοῦ καὶ μαθητὰς ἀνελέξατο, τῆς ἐξ αὐ- τοῦ θείας δυνάμεως ἐνέπλησε, πὰν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν, ἴνα τοῖς πᾶσιν Ἕλλησί τε καὶ βαρβάροις εὐσεβείας ὑποθέμενος τρόπον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προκηρύττοντα, καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μητέτ᾿ αὐτοῖς ἐπιμένοιεν, μίαν δ’ ἑ τοῖς πᾶσι σωτηρίας ἐλπίδα δι’ ἦς ὑποτέθειται πανσόφου καὶ παναρέτου πολιτείας ὑπισχνούμενον.

v.3.p.239