Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλ’ ὡς οὐκ ἄν τις ὀκνήσειε τῶν εὖ φρονούντων μαίνεσθαι τὸν τοιοῦτον ἀποφήνασθαι, οὕτω καὶ ἐπὶ τῶν τοῦ σωτῆρος λόγων τε καὶ μαθημάτων, εἴ τις τἀληθὲς διαστρέφων τὴν ἐναντίαν οἷς ἐδίδασκε περιβάλλειν αὐτῷ δόξαν πειρῷτο.

πλὴν ἀλλ’ ἐδόθη καὶ τοῦτο ὡς ἐν ὑποθέσει, ὅπως καὶ ἐκ περιουσίας καὶ ἐν ἀτόπῳ συγχωρήσει τὸ ἀσύστατον τοῦ δι’ ἐναν- τίας λόγου φανῇ.

Ἐληλεγμένου δῆτα τούτου, φέρε ἀναδραμόντες ἐπὶ τὴν τῶν ἱερῶν γραφῶν ἀλήθειαν τὸ ἦθος τῶν τοῦ Ἰησοῦ μαθητῶν θεασώμεθα. αὐτόθεν μὲν οὖν ἄν τις εὖ φρονῶν πῶς οὐ πάσης ἀποδοχῆς αὐτοὺς ἀξίους κρίνειεν, ἄνδρας μὲν εὐτελεῖς ὁμολογουμένως καὶ τὸν λόγον ἰδιώτας, εὐσεβοῦς δὲ καὶ φιλοσόφου διδασκαλίας εἰς ἔρωτα συμβεβηκότας, καὶ στέρξαντας βίον καρτερικὸν καὶ ἐπίπονον, διὰ νηστειῶν, οἴνου τε καὶ κρεῶν ἀποχῆς, καὶ πλείστης ἄλλης ταπει-

v.3.p.179
νώσεως τοὐ σώματος, διά τε εὐχῶν καὶ ἱκετηριῶν τῶν πρὸς τὸν θεὸν, καὶ πολὺ πρότερον δι’ ἄκρας σωφροσύνης καὶ ἁγνείας σώματος ὁμοῦ καὶ ψυχῆς κατορθούμενον.

τίς δ’ οὖν οὐκ ἂν αὐτοὺς θαυμάσειε δι’ ὑπερβολὴν φιλοσοφίας καὶ ταῖς κατὰ νόμον συγκεχωρημέναις γαμεταῖς ἀποτεταγμένους, καὶ μήθ’ ὑπὸ τῆς φυσικῆς ἡδονῆς καθελκυσθέντας, μήτε παίδων καὶ ἐκγόνων ἐπιθυμίᾳ δουλωθέντας, ἐπεὶ μηδὲ θνητῶν ἐκγόνων, ἀλλ’ ἀθανάτων ὠρέχθησαν;

τὸ δὲ ἀφιλοχρήματον αὐτῶν τοῦ τρόπου πῶς οὐκ ἄν τις ἐκπλαγείη; καὶ τοῦτο τεκμηράμενος ἐκ τοῦ μὴ φεύγειν, ἀλλ’ ἀσπί σασθαι διδάσκαλον χρυσοῦ καὶ ἀργύ- ῥοῦ τὴν κτῆσιν ἀπαγορεύοντα, καὶ νομοθετοῦντα μηδὲ μέχρι δευτέρου χιτῶνος αὔξειν τὴν ὕπαρξιν· ὅπερ τάχα τις ἀκούσας παρῄτητο ἂν τὸ βαρὺ τοῦ προστάγματος, οἱ δὲ καὶ ἔργον πεποιηκότες τὸν λόγον ἀποδείκνυνται. αἰτήσαντος γοῦν ποτε τοὺς ἀμφὶ τὸν Πέτρον χωλοῦ τινος· οὗτος δ’ ἦν τῶν δι’ ἐσχάτην ἀπορίαν τὰς τροφὰς μεταιτούντων·) οὐκ ἔχων ὁ Πέ τρος ὅ τι δῷ ὡμολόγει πάσης ὑπάρξεως χρυσίου καὶ ἀργυρέου καθαρεύειν, φήσας “ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει.”

σκυθρωπὰ δὲ αὐτοῖς προαγγέλλοντος τοῦ διδασκάλου, προσέχοντες δι’ ὧν πρὸς αὐτοὺς ἔλεγεν “ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε” καὶ πάλιν “κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται, πῶς οὐκ αὐτοὶ μὲν δῆλοι τὸν τρόπον ὅτι δὴ στερροί τινες καὶ βαθεῖς ὑπῆρχον, μὴ φεύγοντες τὰ τῆς ψυχῆς γυμνάσια, μηδὲ τὰ πρὸς ἡδονὴν μεταδιώκοντες; καὶ ὁ διδάσκαλος [*](21 Act. 3, 6. 26 10. 16, 33. 20.)

v.3.p.180
δὲ, ὅτι μὴ δι’ ἀπάτης θέλγων αὐτοὺς καὶ τὰ οἰκεῖα προισχόμενος ἐξῳκειοῦτο, ἐλευθέρῳ δὲ καὶ ἀληθεῖ λόγῳ τὰ συμβησόμενα θεσπίζων, τὴν αἵρεσιν τῆς κατ’ αὐτὸν πολιτείας εἰς αὐτοὺς ἐνετίθετο; τοιαῦτα δὲ ἢν καὶ τὰ περὶ τῶν μελλόντων διὰ τὸ ὄνομα αὐτοῦ συμβήσεσθαι αὐτοῖς, ἐν οἷς προλέγων ἐματρύρατο ὅτι καὶ ἐπὶ ἡγεμονίας ἀχθήσονται, καὶ μέχρι βασιλέων φθάσουσιν, καὶ παντοίας ὑπομενοῦσι τιμωρίας, δι’ οὐδὲν μὲν φαῦλον, οὐδὲ δι’ ἑτέραν εὔλουον αἰτίαν, αὐτὸ δὲ τοῦτο ὅλον διὰ τὸ ὄνομα αὐτοῦ.

ὃ καὶ ἔστιν εἰς δεῦρο θεωροῦντας ἐνεργούμενον καταπλαγῆναι τὴν πρόρρησιν· ἡ γὰρ τοῦ Ἰησοῦ ὀνόματος ὁμολογία τοὺς θυμοὺς εἴωθεν ἐκκαίειν τῶν ἀρχόντων.

κἂν μηδὲν γὰρ φαῦλον ᾐ πεπραγμένον τῷ τὸν Χριστὸν ὁμολογοῦντι, κολάζουσιν ὅμως αἰκιζόμενοι διὰ τὸ ὄνομα αὐτοῦ, ὡς πάντων ἀνοσιουργῶν χαλεπωτέρους· εἰ δ’ ἐξομόσαιτό τις τὴν προσηγορίαν, καὶ ἀρνηθείη μὴ εἶναι τῶν Χριστοῦ μαθητῶν, ἀφεῖται παραχρῆμα ἐλεύθερος, κἂν μυρίοις ἔνοχος ἁλίσκηται πλημμελήμασιν.

καὶ τί με χρὴ μυρία συναγαγεῖν τὸ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν διαγράφειν ἦθος πειρώμενον, ἀρκούντων καὶ τῶν εἰρημένων εἰς ἀπόδειξιν τοῦ προκειμέ- νοῦ; οἶς ἔτι ταῦτα προσθεὶς ἐπὶ τὸ ἕτερον στῖφος τῶν συκοφαντῶν μεταβήσομαι.

Ματθαῖος ἀπόστολος τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνείας καὶ πλεονεξίας σχολαζόντων. τοῦτο οὐδεὶς τῶν εὐαγγελιστῶν ἐδήλωσεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης, οὐδὲ Λουκᾶς, οὐδὲ Μάρκος, [*](30 V. Luc. 5, 27. Marc. 2, 14.)

v.3.p.181
αὐτὸς δὲ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γιγνόμενος.

ἐπάκουσον γοῦν ὅπως διαρρήδην ἐπ’ ὀνόματος αὐτοῦ μέμνηται ἐν τῷ πρὸς αὐτοῦ γραφέντι εὐαγγελίῳ τοῦτον λέγων τὸν τρόπον ‘καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ,” καὶ πάλιν προιὼν ἑξῆς, τόν τε κατάλογον τῶν μαθητῶν ἐξαριθμούμενος, αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου ὄνομα προστίθησιν.

λέγει δ’ οὖν “τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θω- μᾶς καὶ Ματθαῖος ὁ τελώνης.”

Οὕτως μὲν ὁ Ματθαῖος δι’ ὑπερβολὴν ἐπιεικείας τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀπεκάλει, μὴ ἐπικρύπτων τὸν πρότερον ἑαυτοῦ βίον καὶ τοῦ συζύγου δεύτερον ἑαυτὸν κατέλεγεν.

συνεζευγμένος γοῦν τῷ Θωμᾷ, ὁ Πέτρος Ἀνδρέᾳ, καὶ Ἰάκωβος τῷ Ἰωάννῃ, καὶ Φίλιππος Βαρθολομαίῳ, προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπων εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. ἄκουε γοῦν Λουκᾶ, πῶς τοῦ Ματθαίου μνημονεύσας οὐ τελώνην ὀνομάζει, οὐδ’ ὑποτάττει τῷ Θωμᾷ, κρείττονα δὲ αὐτὸν εἰδὼς πρῶτον αὐτὸν κατέλεξεν, δεύτερον [*](5 Matth. 9, 9.)

v.3.p.182
τὸν Θωμᾶν ἐπαγαγών.

ὥσπερ καὶ ὁ Μάρκος πε- ποίηκεν · ἔχουσι δὲ αὐτοῦ αἶ λέξεις οὕτως “καὶ ὅτε ἡμέρα ἐγένετο, ἐφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, Σίμωνα, ὃν καὶ ἐκάλεσε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν.

Οὕτως μὲν τὸν Ματθαῖον ὁ. Λουκᾶς ἐτίμη- σεν, καθ’ ἃ παρέδωκαν αὐτῷ οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. καὶ τὸν Ἰωάννην δὲ ὅμοιον εὕροις ἂν τῷ Ματθαίῳ.

ἐν μὲν γὰρ ταῖς ἐπιστολαῖς αὐτοῦ οὐδὲ μνήμην τῆς οἰκείας προσηγορίας ποιεῖται, ἢ πρεσβύτερον ἑαυτὸν ὀνομάζει, οὐδαμοῦ δὲ ἀπόστολον, οὐδὲ εὐαγγελιστήν· ἐν δὲ τῷ εὐαγγελίῳ ἐπισημηνάμενος ὃν ἠγάπα ὁ Ἰησοῦς οὐκ ἐδήλωσεν ὀνομαστὶ ἑαυτόν. ὅ γε μὴν Πέτρος οὐδὲ καθῆκεν ἐπὶ τὴν εὐαγγελίου γραφὴν δι’ εὐλαβείας ὑπερβολήν.

τούτου Μάρκος γνώριμος καὶ φοιτητὴς γεγονὼς ἀπομνημονεῦσαι λέγεται τὰς τοῦ Πέτρου περὶ τῶν πράξεων τοῦ Ἰησοῦ διαλέξεις, ὃς ἐλθὼν ἐπ’ ἐκεῖνα τῆς ἱστορίας, ἐν οἶς ὁ Ἰησοῦς ἐρωτήσας τίνα φασὶν αὐτὸν οἱ ἄνθρωποι, καὶ αὐτοὶ δὲ οἱ αὐτοῦ μαθηταὶ τίνα δόξαν ἔχοιεν περὶ αὐτοῦ, ὑπακούσαντος τοῦ Πέτρου, ὡς περὶ Χριστοῦ, οὐδὲν ἀποκριναμενον τὸν Ἰησοῦν οὐδὲ λέγοντα αὐτῷ γράφει, ἀλλ’ ὅτι ἐπετίμησεν αὐτοῖς, ἔνα μηδενὶ λέγωσι περὶ αύτοῦ.

οὐ γὰρ παρῆν ὁ Μάρκος τοῖς ὑπὸ τοῦ Ἰησοῦ λεχθεῖσιν, ἀλλ’ οὐδὲ Πέτρος τὰ πρὸς αὐτὸν καὶ περὶ αὐτοῦ λεχθέντα τῷ Ἰησοῦ ἐδικαίου δι’ οἰκείας [*](2 Luc. 6, 13.)

v.3.p.183
προφέρειν μαρτυρίας. τίνα δὲ ἦν τὰ πρὸς αὐτὸν λεχθέντα Ματθαῖος δηλοῖ διὰ τούτων “ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς, καὶ ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτην τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς, καὶ δώσω σοι τὰς κλείς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.

Τοσούτων εἰρημένων τῷ Πέτρῳ ὑπὸ τοῦἸησοῦ, ὁ Μάρκος μηδενὸς τούτων μνημονεύσας, ὅτι μηδ’ ὁ Πέτρος ταῦθ’, ὡς εἰκὸς, ἐν ταῖς αὐτοῦ διδασκαλίαις δασκαλίαις ἐξηγόρευσεν, ὅρα τί φησὶν, ἐρωτήσαντος τοῦ Ἰησοῦ, “ “ἀποκριθεὶς ὁ Πέτρος λέγει, σὺ εἶ καὶ ἐπετίμησεν αὐτοῖς, ἔνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.”