Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

" η·ἴευδώμεθα δὴ πάντες ὁμοῦ συμφώνως, ‘καὶ πλαττώμεθα ἐπ’ οὐδενὸς ὠφελείᾳ, οὔθ’ ἡμῶν οὔτε τῶν ἀπατωμένων,οὐδὲ μὴν αὐτοῦ τοῦ τὰ ψευδῆ πρὸς ἡμῶν ἐκθειαζομένου.

τείνωμεν δὲ τὸ ψεῦ- δὸς μὴ ἐπὶ μόνους τοὺς ὁμοεθνεῖς, ἀλλὰ καὶ εἰς “ πάντας προελθόντες ἀνθρώπους, καὶ σύμπασαν τὴν “ οἰκουμένην καταπλήσωμεν τῶν περὶ αὐτοῦ συντιθε- “ μένων. ἤδη δὲ ἐντεῦθεν νομοθετῶμεν πᾶσι τοῖς ἔθνεσιν ἀντίστροφα ταῖς ἐξ αἰῶνος παρ’ αὐτοῖς περὶ “Τῶν πατρῴων θεῶν δόξαις.

κελεύωμεν Ῥωμαί- "otg αὐτοῖς πρώτιστα πάντων μὴ σέβειν οὓς ἡγοῦντο ‘‘θεοὺς οἶ προπάτορες, παρίωμεν δὲ καὶ ἐπὶ τὴν Ἑλ- ‘, καὶ τοῖς τούτων σοφοῖς ἀντικηρύττωμεν, μηδ’ Αἰγυπτίους ἀνῶμεν, πολεμῶμεν δὲ καὶ τοὺς τούτων θεοὺς, μὴ τὰ Μώσεως πρόσθεν κατ’ αὐτῶν γενό- μένα ἀνατεινόμενοι,

τὸν δὲ τοῦ ἡμετέρου διδασκά- “λου θάνατον ὥσπερ τι φόβητρον αὐτοῖς ἀντιτάτ- ‘‘τοντες, καὶ τὴν ἀπ’ αἰῶνος ἐξ αὐτῶν εἰς πάντας ’ ἀνθρώπους προελθοῦσαν περὶ θεῶν φήμην μὴ ῥη- ματίοις καὶ λόγοις, δυνάμει δὲ τοῦ σταυρωθέντος διδασκάλου καταλύωμεν, ἀπίωμεν καὶ ἐπὶ τὴν ἄλ- λην βάρβαρον γῆν, καὶ τὰ παρὰ τοῖςπᾶσιν ἀνατρέ-

v.3.p.174
‘‘πωμεν. προθυμίας δὲ μηδεὶς ἡμῶν λειπέσθω.

‘‘οὔτε γὰρ μικρὸς ὁ ἆθλος τῶν τολμωμένων ἐπεὶ μὴ “Τὰ τυχόντα βραβεῖα ἡμὰς ἐκδέξεται, ἀλλ’ αἱ ἀπὸ τῶν “παρ᾿ ἑκάστοις, ὡς εἰκὸς, νόμων τιμωρίαι, δεσμὰ ” δηλαδὴ καὶ βάσανοι καὶ φυλακαὶ, πῦρ τε καὶ σίδη- ρος, καὶ σταυροὶ, καὶ θῆρες, ὦν μάλιστα προθυ- ” μητέον καὶ τοῖς κακοῖς ὁμόσε χωρητέον ὑπόδειγμα διδάσκαλον κεκτημένοις.

τί γὰρ τούτων γέ- “νοιτ ἂν κάλλιον ἐχθροὺς καὶ θεοῖς καὶ ἀνθρώποις ’ ἐπ’ οὐδεΜ̀ λόγῳ καταστῆναι, καὶ μή ποτε ἡδέος “ἀπολαῦσαί τινος, μήτε τῶν φιλτάτων ὄνασθαι, μήτε ’ χρημάτων τυχεῖν, μήτε τινὸς ἀγαθοῦ τὸ παράπαν ’ ἐλπίδα κτήσασθαι, εἰκῆ δὲ καὶ μάτην πλανᾶσθαι καὶ πλανᾶν; τοῦτο γὰρ ἦν τὸ συμφέρον καὶ τὸ φέ- ρεσθαι ἐξ ἐναντίας πᾶσι τοῖς ἔθνεσι, καὶ τὸ θεοῖς “τοῖς ἐξ αἰῶνος παρὰ πᾶσιν ὡμολογημένοις πολεμεῖν, τὸν δ’ ὑπ’ ὀφθαλμοῖς ἡμῶν αὐτῶν διδάσκα- ’ λον θεὸν εἶναι, καὶ θεοῦ παῖδα κηρύττειν, ὑπὲρ οὗ ‘καὶ αὐτοὺς θνήσκειν ἑτοίμους εἶναι, μηδὲν ἀληθὲς " παρ’ αὐτοῦ μηδ’ ὠφέλιμον μεμαθηκότας.

ταύτῃ " οὖν καὶ μᾶλλον τιμητέον αὐτὸν, εἰ μηδὲν ἡμᾶς " πάντα τε ἐπὶ τῷ δοξάσαι αὐτοῦ τὴν προση- ’ γορίαν ποιητέον, καὶ πάσας ὕβρεις καὶ τιμωρίας ’ ὑπομενετέον, πάντα τε τρόπον ἀναδεκτέον θανάτου ’ ὑπὲρ μηδενὸς ἀληθοῦς. κακὸν γὰρ ἴσως ἀλήθεια, "tὸ δὲ ψεῦδος ἔχει τοῦ κακοῦ τὸ ἐναντίον.

διὸ " λέγωμεν ὅτι καὶ νεκροὺς ἤγειρεν, καὶ λεπροὺς ἐκα- θάρισε, καὶ δαίμονας ἤλασε, καὶ τῶν ἄλλων παρα- ‘‘δόξων ἔργων γέγονε ποιητὴς, μηδὲν μὲν τοιοῦτον " αὐτῷ συνεγνωκότες, ἑαυτοῖς δὲ τὰ πάντα πλαττό- " μένοι, καὶ πλανῶντες μὲν οὓς δυνατόν ’ εἰ δὲ μὴ πείθοιτό τις, ἀλλ’ αὐτοί γε ὑπὲρ ὧν συντεθεί-

v.3.p.175
“ μεθα τἀπίχειρα τῆς πλάνης καθ’ ἑαυτῶν ἐφελκόμενοι.”

Ἆρά σοι πιθανὰ ταῦτα, ἢ καὶ ἀληθοῦς ἐχόμενα λόγου τὰ τοιαῦτα εἶναι δοκεῖ; καὶ πείσειέ τις ἂν ἑαυτὸν ὡς τὰ τοιαῦτα πλασάμενοι καὶ συνθέμενοι ἀλλήλοις εὐτελεῖς ἄνδρες καὶ ἰδιῶται παρῄεσαν ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν, ἢ ὡς ἀνθρωπεία φύσις τὸ φιλόζωον οἰκεῖον κεκτημένη δύναιτ’ ἄν ποθ’ ὑπὲρ τοῦ μηδενὸς αὐθαίρετον ὑπομεῖναι τελευτὴν, ἢ ὡς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ εἰς τοσαύτην ὑπερβολὴν ἐκπληξίας ἤλασαν ὡς μηδὲν μὲν ὑπ’ αὐτοῦ παράδοξον πραχθὲν ἑωρακέναι, αὐτοὺς δ’ ἐκ συνθήματος ὁμοῦ πάντα τὰ τοιαῦτα πεπλάσθαι, ἔπειτα ῥημάτια περὶ αὐτοῦ ψευδῆ συνταξαμένους ὑπὲρ τούτων θνήσκειν ὑπομένειν ἑτοίμως ἔχειν; ἀλλὰ τί φῄς; μὴ προσδοκῆσαι αὐτοὺς μηδὲ ἐλπίσαι δεινόν τι πείσεσθαι ἐκ τῆς περὶ τοῦ Ἰησοῦ μαρτυρίας, διὸ καὶ ἀδεῶς ἐπὶ τὸ περὶ αὐτοῦ κήρυγμα προελθεῖν; ἀλλ’ οὐκ εἰκὸς ἦν ἀπελπίσαι τὰ πάντα ὑπὲρ αὐτοῦ πείσεσθαι τοὺς Ῥωμαίοις ὁμοῦ καὶ Ἕλλησι καὶ βαρβάροις θεῶν ἀνατροπὴν εἰσηγησαμένους.

ἡ δέ γε περὶ αὐτῶν ἱστορία σαφῶς δείκνυσιν ὡς μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπίβουλοί τινες συλλαβόντες αὐτοὺς πρῶτα μὲν παρέδωκαν φυλακῇ, ἔπειτα δὲ ἀπέλυσαν παραγγείλαντες μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· γνόντες δὲ αὐτοὺς μετὰ ταῦτα δημοσίᾳ τῷ πλήθει τὰ περὶ αὐτοῦ διαλεγομένους, ἀναρπάσαντες ἐμάστιζον, ἐπιτιμῶντες ἐπὶ τῇ διδασκαλίᾳ.

ὅτε ἀποκριθεὶς αὖθις αὐτοῖς ὁ Πέτρος εἶπεν “πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.” μετὰ δὲ ταῦτα λίθοις [*](29 Act. 5, 29.)

v.3.p.176
θεὶς ἀναιρεῖται Στέφανος, ἐπὶ τοῦ Ἰουδαίων πλή- θους παρρησιασάμενος, καὶ διωγμὸς οὐχ ὁ τυχὼν ἐπανίσταται τοῖς πρεσβεύουσι τὸ τοῦ Ἰησοῦ ὄνομα.

καὶ πάλιν ἄλλοτε Ἡρώδης ὁ τῶν Ἰουδαίων βασι- λεὺς ἀνεῖλεν τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μα- χαίρᾳ, τόν τε Πέτρον ὁ αὐτὸς δεσμοῖς περιέβαλεν, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται. καὶ τούτων ταῦτα πεπονθότων, οἱ λοιποὶ μαθηταὶ ἀπρὶξ ἐχόμενοι τοῦ Ἰησοῦ παρέμενον ἔτι μᾶλλον εἰς πάντας αὐτόν τε καὶ τὰς παραδοξοποιίας αὐτοῦ καταγγέλλον- τες.

ἐπὶ τούτοις Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃν οἱ πάλαι τὰ Ἱεροσόλυμα οἰκοῦντες ἐκάλουν δίκαιον διὰ τὰ τῆς ἀρετῆς πλεονεκτήματα, ἐρωτηθεὶς πρὸς τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ Ἰουδαίων ἔθνους τίνα περὶ τοῦ Χριστοῦ ἔχοι δόξαν, κἄπειτα ἀποκρι- νάμενος ὅτι υἱὸς θεοῦ εἴη, λίθοις καὶ αὐτὸς πρὸς αὐτῶν βάλλεται.

καὶ Πέτρος δὲ ἐπὶ ῥώμης κατὰ κεφαλῆς σταυροῦται, Παῦλός τε ἀποτέμνεται, Ἰωάν- νῆς τε νήσῳ παραδίδοται. καὶ τούτων ταῦτα παθόν- παθόντων οὐδεὶς τῶν λοιπῶν ἐξέστη τῆς προθέσεως, δι’ εὐχῆς δὲ τιθέμενοι καὶ αὐτοὶ τῶν ἴσων τοῖς προειρη- μένοις τῆς εἰς τὸ θεῖον εὐσεβείας ἕνεκα τυχεῖν ἐπὶ μᾶλλον τῷ Ἰησοῦ καὶ τοῖς παραδόξοις ἔργοις αὐτοῦ μετὰ παρρησίας ἐμαρτύρουν.

καὶ μὴν ^ εἴπερ ψεύσματαἦν κατὰ συνθήκην αὐτοῖς πεπλασμένα, θαυ- μάζειν ἄξιον ὅπως τοσοῦτο πλῆθος τὴν συμφωνίαν ἐπὶ τοῖς πλάσμασι καὶ μέχρι θανάτου διεφύλαξεν, οὐδείς τε αὐτῶν πώποτε τὰ συμβάντα τοῖς προανῃ- ρημένοις τρέσας ἐξέστη τῆς ἑταιρίας, οὐδ’ ἀντεκή- ρυξε τοῖς ἄλλοις εἰς φῶς ἀγαγὼν τὰ συντεθειμένα, ἀλλὰ καὶ ὁ ζῶντα προδοῦναι τολμήσας αὐτὸν αὐτο- χειρίᾳ καθ’ ἑαυτοῦ παραχρῆμα τὴν δίκην ἐπεσπά-

v.3.p.177
σατο.

κἀκεῖνο δὲ πῶς οὐ μεστὸν ἐκπλήξεως, τὸ πλάνους ἄνδρας καὶ ἰδιώτας, μήτε λαλεῖν μήτε ἀκούειν πλέον τῆς πατρίου φωνῆς ἐπισταμένους, μὴ μόνον διανοηθῆναι τολμήσαι προελθεῖν ἐπὶ τὴν τῶν ἐθνῶν ἁπάντων περίοδον, ἀλλὰ καὶ προελθόντας κατορθῶσαι τὸ ἐπιτήδευμα; σκέψαι δὲ ὁποῖόν ἐστι καὶ τὸ μηδένα μηδαμοῦ διάφωνον ἐξενεγκεῖν περὶ τῶν πράξεων τοῦ Ἰησοῦ λόγον.

εἰ γὰρ ἐπὶ πάντων ἀμφιγνοουμένων πραγμάτων ἔν τε τοῖς κατὰ νόμους δικαστηρίοις καὶ ἐν ταῖς κοιναῖς ἀμφισβητήσεσι τῶν ὁ μαρτύρων συμφωνία κυροῖ τὸ ἀμφιγνοούμενον, “ἐπὶ στόματος δ’ οὖν δύο καὶ τριῶν μαρτύρων συνίσταται πᾶν ῥῆμα”, πῶς οὐκ ἂν ἡ ἀλήθεια καὶ ἐπὶ συσταίη, δώδεκα μὲν ὄντων ἀποστόλων, ἑβδομήκοντα δὲ μαθητόν, μυρίου τε πλήθους τούτων ἐκτὸς, πάντων θαυμαστὴν συμφωνίαν ἐπιδεδειγμένων, καὶ μαρτυρησάντων γε τοῖς ὑπὸ τοῦ Ἰησοῦ πεπραγμένοις, οὐκ ἀνιδρωτὶ, διὰ δὲ βασάνων ὑπομονῆς καὶ πάσης αἰκίας καὶ θανάτου, καὶ ἐπὶ πᾶσιν ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντων, ὃς τὸν ὂπ αὐτῶν καταγγελθέντα λόγον ἔτι καὶ νῦν καὶ εἰς ὅλον τὸν αἰῶνα κρατύνει;

Ταῦτα μὲν οὖν ἀρχῆς ἀτόπου κατὰ συγχώρησιν δοθείσης γεγυμνάσθω. τὸ γὰρ τοῖς ἐγγράφοις τἀναντία ὑπολαβεῖν, καὶ φάναι τὸν Ἰησοῦν διδάσκαλον γεγονέναι μὴ σωφρόνων λόγων, ἀδικίας δὲ καὶ πλεονεξίας καὶ πάσης ἀκολασίας, τούς τε μαθητὰς αὐτοῦτοιαῦταπαρ᾿ αὐτοῦ δεδιδαγμένους παντορέκτας γεγονέναι καὶ παμπονήρους τῶν πώποτε ἀνθρώπων, καθ’ ὑπόθεσιν ἡμῖν συνεχωρεῖτο· ὅπερ ἦν παντὸς ἀτοπώτατον, ὅμοιον ὡς εἰ καὶ Μώσεως ἐν τοῖς νόμοις [*](11 Deut. 19, 15. 2. Cor. 13, 1.)

v.3.p.178
λέγοντος “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,” συκοφαντῶν αὐτὸν διέβαλλέ τις λέγων εἰρωνείᾳ ταῦτα φάναι καὶ προσποιήσει·

βούλεσθαι μὲν γὰρ τοὺς ὑπηκόους καὶ φονεύειν καὶ μοιχεύειν καὶ τἀναντία πράττειν οἷς νομοθετεῖ, προσποιεῖσθαι δὲ σχηματίζεσθαι καὶ καθυποκρίνεσθαι τὸν σεμνὸν βίον. ταύτῃ γὰρ καὶ τὰς τῶν παρ’ Ἕλλησι φιλοσόφων ὑποθήκας διαβάλλοι ἄν τις τόν τε καρτερικὸν βίον καὶ τοὺς λόγους αὐτῶν πάντων, φάσκων ἐναντίως μὲν τοῖς ἀναγεγραμμένοις διατεθεῖσθαι αὐτοὺς καὶ ἀναβεβιωκέναι, προσπεποιῆσθαι δὲ καθ’ ὑπόκρισιν τὸν φιλόσοφον ἑλεῖν βίον.

οὕτως δέ τις καὶ πάσας ἀπλῶς εἰπεῖν τὰς τῶν παλαιῶν διαβάλλοι ἂν ἱστορίας, ἀθετῶν τὴν ἐν αὐταῖς ἀλήθειαν, καὶ εἰς τοὐναντίον τὰ δηλούμενα παρεκδεχόμενος.