Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ δὴ σκεψώμεθα ὅσων καὶ οἵων σὺν ἀνθρώποις τὰς διατριβὰς πεποιημένος παραδόξων γέγονε ποιητὴς ἔργων, τοτὲ μὲν λεπροὺς τὸ σῶμα δυνάμει θείᾳ καθαίρων, τοτὲ δὲ προστάγματι λόγου τοὺς ἐν ἀνθρώποις δαίμονας ἐλαύνων, καὶ ἄλλοτε πάλιν νοσηλευομένοις καὶ παντοίοις ἀσθενειῶν εἴδεσι καταπονουμένοις τὴν ἴασιν ἀφθόνως δωρούμενος.

καὶ ποτὲ μὲν ἔφησε παραλυτικῷ “ἀναστὰς ἆρον τὸν κράβατόν σου, καὶ περιπάτει,” ὁ δὲ τὸ κελευσθὲν ἐποίει.

τυφλοῖς δὲ πάλιν ἄλλοτε τὰ βλεπτικὰ τοῦ φωτὸς ἐχαρίζετο· ἤδη δέ ποτε καὶ αἱμορροοῦσα γυνὴ μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πάθους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν,

v.3.p.165
καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελ- θούσῃ τοῦ τε πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον δια- νοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλαβομένη ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παρα- χρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη.

ἄλλος δέ τις βασιλικὸς ἀνὴρ κακῶς ἔχοντα τὸν παῖδα προσ- πεσὼν τῷ Ἰησοῦ παραχρῆμα σῶον ἀπελάμβανεν· καὶ θυγατέρα πάλιν ἄλλος, Ἰουδαίων δὲ ἀρχισυνά- γωγος ἦν, ἀλλ’ οὗτος ἤδη καὶ θανοῦσαν.

τί δεῖ λέγειν ὡς τεταρταῖος ἄλλος δυνάμει τοῦ Ἰησοῦ νεκρὸς ἠγείρετο ; ἢ ὡς ἐπὶ θαλάττης, οἷα ἐπὶ λεωφόρου γῆς, τὰς πορείας ἤνυεν ποιούμενος, τῶν αὐτοῦ μαθητῶν ἐμπλεόντων, καὶ ὡς χειμασθέντων ἐπετίμησε τῇ θα- λάσσῃ καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις, καὶ πάντα γε ἔστη παραχρῆμα, οἷα δεσπότου φωνὴν καταπτή- ξαντα;

πέντε δὲ χιλιάδας ἀνδρῶν συνεπιπαρόν- τος μυρίου ἄλλου γυναικῶν τε καὶ παίδων πλήθους ἐκ πέντε τὸν ἀριθμὸν ἄρτων εἰς κόρον πληρώσας, ὡς καὶ περιττὰ τοσαῦτα, ὅσα ἱκανὰ ἦν πληρῶσαι δώδεκα κοφίνους λαβεῖν, τίνα οὐκ ἂν ἐκπλήξειεν ^ καὶ ἐπὶ ζήτησίν γε εἰκότως τῆς κατ’ αὐτὸν ἀπορρήτου δυνά- μεως ἐκκαλέσεται ; ἀλλ’ ἔνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὸν μῆκος ἐκτείνοιτο, ἐπὶ πᾶσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώποις γεγενημένος.

οὐ γὰρ νόσῳ διαφθαρεὶς, ἀλλ’ οὐiδ̀ βρόχῳ ἢ πυρὶ, οὐδὲ μὴν κατ’ αὐτὸ τοῦ σταυ- ῥοῦ τὸ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑπο- τμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀν- θρώπων παθών τι τῶν ἀναιρεῖν εἰωθότων βίαιον ὑπέμ“νε τελευτὴν, ἀλλ’ ὡς αὐτὸ μόνον ἑκὼν παρε-

v.3.p.166
δίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν ‘‘πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου,’ οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο.

εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο, ὁ πρὶν ἀναχωρήσας ἑκών.

καὶ δείκνυσί γε πάλιν αὐτὸς ἑαυτὸν ἔνσακρον, ἔνσωμον, αὐτὸν ἐκεῖνον οἷος καὶ τὸ πρὶν ἢν τοῖς οἰκείοις μαθηταῖς, οἶς καὶ ἐπὶ βραχὺ ὁμιλήσας, καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ’ ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν.

τοιαῦτα ἢν τοῦ σωτῆρος ἡμῶν τὰ πολυύμνητα τῆς ἀρετῆς θαύματα· ταῦτα τῆς ἐν αὐτῷ θεότητος τὰ τεκμήρια· ταῦτα καὶ αὐτοὶ λογισμῷ σώφρονι τεθαυμάκαμεν, βεβασανισμένῃ τε καὶ ἐξητασμένῃ τῇ κρίσει κατεδεξάμεθα.

ἐξήτασται παρ’ ἡμῖν καὶ βεβασάνισται ταῦτα καὶ δι’ ἑτέρων πραγμάτων ἐναργῶν πάντα ἀνακαλυπτόντων λόγον, δι’ ὧν αὐτὸς ὁ κύριος ἡμῶν εἰσέτι καὶ νῦν οἷς ἂν κρίνειεν μικρά τινα τῆς αὐτοῦ δυνάμεως παραφαίνειν εἴωθε, πλὴν ἀλλὰ καὶ τῆς λογικωτέρας μεθόδου, ἣν προσάγειν εἰώθαμεν τοῖς οὐ παραδεχομένοις τὰ προειρημένα, ἀλλ’ ἤτοι παντελῶς ἀπιστοῦσιν αὐτοῖς καὶ μηδὲν καθόλου γεγονέναι τοιοῦτον πρὸς αὐτοῦ φάσκουσιν, ἢ γεγονέναι [*](4 Luc. 23, 46.)

v.3.p.167
μὲν, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων, ὡς ἂν ὑπ’ ἀνδρὸς πλάνου, ἐπιθέσθαι. εἰ δὲ χρὴ καὶ ἐπὶ τοῦ παρόντος βραχέα πρὸς τοὺς δεδηλωμένους ἐνστῆναι, οὐκ ἀπολειψόμεθα σπουδῆς, ἄλλως δέ πως αὐτοῖς ἀπαντήσομεν.

32, Εἰ δὲ λέγοιεν μηδὲν τὴν ἀρχὴν πεποιηκέναι τὸν σωτῆρα ἡμῶν θαυμαστὸν μηδέ τι παράδοξον ὣν ἐμαρτύρησαν οἶ γνώριμοι, σκεψώμεθα εἰ πιθανὸς ὁ λόγος αὐτοῖς ἔσται, μὴ τὴν αἰτίαν ἔχουσιν ἀποδιδόναι, δι’ ἣν οἶ μὲν μαθηταὶ, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. ὅ τε γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τε αὖ μαθηταὶ, μαθημάτων ὀριγνώμενοι, σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσφέροντες ἐπιτρέπουσι.

τίνα οὖν ἔστιν εἰπεῖν αἰτίαν τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς, τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθημάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ’ αὐτοῦ μαθόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ’ ἦσαν αὐτῷ φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν “μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν,’ καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὑτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα, παρῄνει δ’ αὐτοῖς καὶ τῶν Ἰουδαίοις ὑπὸ Μώσεως παρηγγελμένων κρείττονα φρονεῖν.

τὸν μὲν γὰρ οἶα προχείροις εἰς ἀνδροφονίας νομοθετῆσαι μὴ φονεύειν· ὡσαύτως δὲ καὶ μὴ μοιχεύειν, οἶα λαγνιστάτοις καὶ καταφερεστάτοις, καὶ αὖ πάλιν μὴ κλέπτειν, οἷα δουλοπρεπεστάτοις, αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσήκειν αὑτοῖς τοὺς νόμους, τὸ δ’ ἀπαθὲς τῆς ψυχῆς περὶ [*](21 Matth. 10, 9.)

v.3.p.168
πολλοῦ προτιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλα- στήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρὰς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι’ ἄκραν ψυχῆς ἀπάθειαν ^ μηδὲ προσβλέπειν γυναῖκα μετὰ ἐπιθυμίας ἀκολάστου, τοῦ δὲ κλέπτειν τοὐναν- τίον καὶ τὰ οἰκεῖα προἵεσθαι τοῖς δεομένοις, ἀλλὰ μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἀλλήλους, ἀλλ’ ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρει.

καὶ τί με δεῖ συναγαγεῖν πάνθ’ ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ’ ἐμάνθανον; παρή̣- νεῖ δ’ αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπι- ορκεῖν ^ παρασκευάζειν δὲ τὸν τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χω- ροῦντας ^ σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους.

πευστέον τοίνυν τίνα ἂν ἔχοι λόγον τοὺς τῶν τοιωνδὶ ἀκροατὰς ^ ἤδη δὲ καὶ διδασκάλους τῶν αὐτῶν φύν- φύντας μαθημάτων ^ πεπλάσθαι ὑπονοεῖν ὅσα διαπρά- ξασθαι τὸν διδάσκαλον ἐμαρτύρησαν.

τί δὲ τὸ πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθμὸν τοὺς ἐκκρίτους, ἑβδο- μήκοντα δὲ τοὺς λοιποὺς, οὓς καὶ ἀποστεῖλαι λέγεται ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι,. ἀλλ’ οὐδεὶς αἱρεῖ λόγος ἀπιστεῖσθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων ^ καἰ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναι- γυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτή- μονα τρόπον ἑλομένων, καὶ τήν περὶ τοῦ διδασκά- λοῦ μαρτυρίαν σύμφωνον ὡς ἀφ’ ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων.

ὁ μὲν οὖν κύ-

v.3.p.169
ριος καὶ πρῶτος καὶ ἀληθὴς λόγος εἴη ἂν οὑτος· σκεψώμεθα δὲ καὶ τὸν ἐναντίον. ἔστω γὰρ ὁ μὲν διδάσκαλος, οἱ δὲ μαθηταί· εἶθ’ ὡς ἐν ὑποθέσει λόγου ὁ μὲν μὴ τὰ προλελεγμένα διδασκέτω, τὰ δ’ ἐκείνοις ἐναντία, παρανομεῖν δηλαδὴ, καὶ ἀσεβεῖν, καὶ ἀδικεῖν, καὶ πλεονεκτεῖν, καὶ ἀποστερεῖν, καὶ εἴ τι ἕτερον κακὸν λέγοιτο, λανθάνειν δ’ ἐπὶ πᾶσι τούτοις σπουδάζειν, καὶ τὸ ἦθος μάλ’ εὐφυῶς ἐπικρύπτεσθαι προσχήματι σεμνῆς διδασκαλίας καὶ εὐσεβείας ἐπαγγελίᾳ καινῇ· οἱ δὲ ταῦτα μετερχέσθων, καὶ τὰ τούτων ἔτι μοχθηρότερα, διὰ τὸ προαλὲς τῆς κακίας καὶ αὐτοδίδακτον αὐτῆς· ἐπὶ μέγα δὲ πλαστοῖς ῥήμασιν ἐπαιρόντων τὸν διδάσκαλον, μηδενὸς ψευδοῦς φειδόμενοι λόγου· πάντα δὲ αὐτῷ τὰ παράδοξα καὶ τὰς θαυματουργίας πεπλασμένως ἐπιγραφόντων, ὡς ἂν θαυμάζοιντο καὶ αὐτοὶ καὶ μακαρίζοιντο, οἷα μαθηταὶ τοιοῦδε γενέσθαι ἠξιωμένοι.

φέρε οὖν ἴδωμεν εἰ τοιοῖσδε οὖσιν αὐτοῖς συστῆναι οἷόν τε ἦν τὸ ἐπιχείρημα. κακῷ δὴ κακὸν οὔ φασιν εἶναι φίλον, ἀλλ’ οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν προσέσχε τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ’ οὐδέν. ἆρ’ οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ ; τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί ἄρα ποθοῦντες, τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ’ ἐπ’ οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτο ἂν τοιαύτην τιαωρίαν ;

καὶ μὴν δεδόσθω τιμᾶν αὐτὸν συνόντα ἔτι καὶ σὺν

v.3.p.170
αὐτοῖς διατρίβοντα, καὶ δι’ ἀπάτης αὐτοὺς, ὡς ἂν φαίη τις, ἀποπλανῶντα, τί οὖν, ὅτι καὶ μετὰ τὴν τελευτὴν, καὶ πολὺ μᾶλλον τότε ἢ πρότερον, αὐτὸν τεθειάκασιν, ἐπεὶ σὺν ἀνθρώποις μένοντα λέγονται καὶ ἀπολελοιπέναι καὶ ἀπηρνῆσθαί ποτε, ὅτε αὐτῷ τὰ τῆς γε ἐπιβουλῆς ἐσκευώρητο, μετὰ δὲ τὸ ἐξ ἀνθρώπων γενέσθαι ἀσμένως αὐτοὶ θνήσκειν μᾶλλον ᾑροῦντο, ἢ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας ἀγαθῆς ἐξίστασθαι;

εἰ δὴ οὖν μηδὲν ἀγαθὸν συνεγνωκότες τῷ διδασκάλῳ, μὴ βίον, μὴ μάθημα, μὴ πρᾶξιν, μὴ ἔργον ἐπαίνου ἄξιον, μηδὲ μὴν κατά τι ὠφελημένοι πρὸς αὐτοῦ, ἢ ὅσον πονηρίαν καὶ ἀνδρῶν πλάνην, πῶς ἔθνησκον προθύμως τὰ σεμνὰ καὶ ἐπίδοξα περὶ αὐτοῦ μαρτυροῦντες, παρὸν ἑκάστῳ ζῆν ἀπραγμόνως, καὶ ἐπὶ τῆς οἰκείας ἑστίας μετὰ τῶν φιλτάτων τὸν ἀκίνδυνον διάγειν βίον;