Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πευστέον δὴ αὐτῶν εἴ ποτέ τις ἄλλος τοιοῦτος πλάνος ἱστόρηται πραότητος καὶ ἐπιεικείας σωφροσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς διδάσκαλος τοῖς ἀπατωμένοις γεγονὼς αἴτιος, καὶ εἰ θεμιτὸν τούτοις ἀποκαλεῖν τοῖς ὀνόμασι τὸν μηδὲ ἐμβλέπειν μετὰ ἐπιθυμίας ἀκολάστου γυναιξὶν ἐπιτρέψαντα, καὶ εἰ πλάνος ὁ τὴν εἰς ἄκρον παραδοὺς φιλοσοφίαν ἐν τῷ τοὺς φοιτητὰς παιδεύειν τῶν ὑπαρχόντων ἐνδεέσι κοινωνεῖν καὶ τὸ φιλόπονον καὶ περὶ πολλοῦ τίθεσθαι, καὶ εἰ πλάνος ὁ τῆς πανδήμου καὶ ἀγελαίου καὶ θορυβώδους συνουσίας ἀνεγείρων, διδάσκων δὲ μόνην ἀσπάζεσθαι τὴν περὶ τὰ θεῖα λόγια σχολήν.

ὁ δὲ παντὸς μὲν ψεύδους ἀποτρέπων, τὴν δ’ ἀλήθειαν πρὸ παντὸς τιμᾶν παραινῶν, ὡς μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν· “ἔστω γὰρ ὑμῶν τὸ ναὶ ναί, τὸ οὒ οὔ· πῶς ἂν πλάνος ἐνδίκως ὀνομασθείη; καὶ τί με χρὴ πλείονα νῦν λέγειν, παρὸν ἐκ τῶν πρόσθεν εἰρημένων τίς ποτε ἦν ὁ τρόπος γνῶναι τῆς ὑπ’ αὐτοῦ κατασπαρείσης τῷ βίῳ πολιτείας, ἀφ’ ἧς οὐχ ὅπως πλάνον, ἀλλά τινα θεῖον ὡς ἀληθῶς καὶ θείας καὶ εὐσεβοῦς, ἀλλ’ οὐ τῆς κοινῆς καὶ πανδήμου φιλοσοφίας εἰσηγητὴν πᾶς ὁ φιλαλήθης αὐτὸν ὁμολογήσαι ἄν;

τὸν

v.3.p.159
γοῦν βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων ἤδη πως ἐξ ἀνθρώπων ἀπολωλότα μόνος ἀνανεωσάμενος οὐκ εἰς βραχεῖς καὶ μετρίους, ἀλλ’ εἰς ὅλον ἐφαπλῶσαι ἰὸν κόσμον ἀποδέδεικται διὰ τοῦ πρώτου συγγράμματος τῆς παρούσης ὑποθέσεως· δι’ οὗ πάρεστιν ἀνθρώποις ἐπὶ σπείρας τοῖς καθ’ ὅλης τῆς οἰκουμένης τὸν τῶν θεοφιλῶν ἐκείνων ἀμφὶ τὸν Ἀβραὰμ μυρίους τε ὅσους ζηλωτὰς οὐκ ἐξ Ἑλλήνων μόνον, ἀλλὰ καὶ βαρβάρων τῆς ἐκείνων θεοσεβοῦς πολιτείας ἀποδεῖξαι.

ἀλλὰ τὰ μὲν ἠθικώτερα τῆς διδασκαλίας αὐτοῦ τοιαῦτα· φέρε δὲ σκεψώμεθα μὴ ἄρα ποτὲ ὁ πλάνος αὐτῷ περὶ τὰ κυριώτατατα τῶν δογμάτων κατεγίνετο.

ἆρ’ οὖν οὐχὶ μόνῳ τῷ παμβασιλεῖ θεῷ, τῷ καὶ οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου δημιουργῷ, αὐτός τε ἀνακείμενος καὶ τοὺς φοιτητὰς προσάγων ἀναγέγραπται, εἰσέτι τε καὶ δεῦρο οἱ τῆς διδασκαλίας αὐτοῦ λόγοι πάντα Ἕλληνα καὶ βάρβαρον ἄνω τὴν διάνοιαν πρὸς τὸν ἀνωτάτω θεὸν ἀνάγουσι, πᾶσαν ὁρατὴν φύσιν ὑπερκύψαντα;

ἆρα οὖν μὴ οὗτος ἦν ὁ πλάνος, ἢ ὅτι μὴ καὶ πλείους σέβειν θεοὺς ἐκ τῆς ἀνωτάτω καὶ μόνης ἀληθοῦς θεολογίας τὸν ὡς ἀληθῶς πλάνον τραχηλισθέντα συγχωρεῖ; ἀλλ’ οὗτος οὐ νεώτερος οὐδ’ οἰκεῖος αὐτῷ λόγος, τοῖς δ’ ἐκ μακροῦ πάλαι θεοφιλέσιν Ἑβραίοις προσφιλὴς, ὥσπερ οὖν δέδεικται διὰ τῆς Προπαρασκευῆς, παρ’ ὧν ἤδη καὶ τῶν νέων φιλοσόφων παῖδες τὰ μεγάλα ὠφελημένοι τῷ δόγματι συνηρέσθησαν. σεμνύνονταί γέ τοι καὶ αὐτῶν Ἑλλήνων οἶ λογιώτατοι ἐπὶ χρησμοῖς τῶν οἰκείων θεῶν ὧδέ πως Ἑβραίων μνημονεύουσιν

v.3.p.160

Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ’ ἄρ’ Ἑβραῖοι αὐτογένεθλον ἄνακτα, σεβαζόμενοι θεὸν ἁγνῶς.

Χαλδαίους δὲ τοὺς αὐτοὺς διὰ τὸν Ἀβραὰμ ὠνόμασεν, ἐπεὶ Χαλδαῖος ἢν τὸ γένος, ὡς ἱστορεῖται. εἰ δὴ οὖν καὶ πρόπαλαι παῖδες Ἑβραίων τῶν δὴ μάλιστα καὶ πρὸς τῶν χρησμῶν ἐπὶ σοφίᾳ μεμαρτυρημένων ἐπὶ μόνον τὸν πάντων δημιουργὸν θεὸν ἀνῆγον τὸ σέβας, τί δεῖ πλάνον, οὐχὶ δὲ θαυμαστὸν εὐσεβείας διδάσκαλον ὁμολογεῖν τοῦτον, ὃς τὰ πρόπαλαι μόνοις τοῖς θεοφιλέσιν Ἑβραίοις ἐγνωσμένα εἰς πάντας ἀνθρώπους ἀοράτῳ καὶ ἐνθέῳ δυνάμει προαγαγὼν ἐξήπλωσεν, ὥστε μηκέτι κατὰ τὸ παλαιὸν βραχεῖς τινας καὶ ἀριθμῷ ληπτοὺς ὀρθὰς περὶ θεοῦ φέρειν δόξας, ἀλλὰ μυρία πλήθη βαρβάρων τῶν πάλαι θηριωδεστάτων, λογίων τε καὶ Ἑλλήνων ἀνδρῶν, οἳ τοῖς πάλαι προφήταις καὶ δικαίοις ἀνδράσιν εὐσεβεῖν ὁμοίως διὰ μόνης τῆς αὐτοῦ δυνάμεως ἐπαιδεύθησαν ;

ἀλλὰ δὴ τὸ τρίτον σκεψώμεθα, μή ποτ’ ἄρα τοῦτ’ ἦν δι’ ὃ πλάνον αὐτόν φασιν, ὅτι μὴ βουθυσίαις μηδὲ ζῴων ἀλόγων σφαγαῖς μηδ’ αἷμασι καὶ πυρὶ μηδὲ τοῖς ἀπὸ γῆς ἀναθυμιωμένοις τὸ θεῖον τιμᾶν διετάξατο, ταπεινὰ μὲν καὶ γεώδη ταῦτα καὶ τῆς ἀθανάτου φύσεως οὐδαμῶς οἰκεῖα λογισάμενος, κρίνας δὲ πάσης θυσίας προσηνεστάτην καὶ ἡδεῖαν εἶναι τῷ θεῷ τὴν τῶν οἰκείων ἐντολῶν κατόρθωσιν, δι’ ὧν αὐτῷ σώματι καὶ ψυχῇ κεκαθαρμένους, νῷ τε διαυγεῖ καὶ δόγμασιν εὐσεβέσιν κεκοσμημένους, τὴν πρὸς τὸν θεὸν ἐξομοίωσιν ἀπομιμεῖσθαι ἐδίδασκεν, διαρρήδην φάσκων “ἔσεσθε τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν τέλειός ἐστιν.’

εἰ δὴ ταῦτά τις Ἑλλήνων αἰτιῷτο, ἴστω μὴ φίλα τοῖς οἰκείοις διδασκάλοις φρο- [*](1 Vid, Praep. Evang. 9. p. 413 c. 28 Matth. 5, 48.)

v.3.p.161
νῶν, οἵ γε, ὡς εἰκὸς, ἐξ ἡμῶν ὠφελημένοι, ἐπεὶ μεθ’ ἡμᾶς γεγόνασι τοῖς χρόνοις, λέγω δὲ μετὰ τὴν προβεβλημένην ἡμῖν ὑπὸ τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν, οἷα δὴ ἐγγράφως ὡμολόγουν, ἄκουε.

Ἀπὸ τῶν Πορφυρίου περὶ ἐμψύχων ἀποχῆς.

“Θεῷ μὲν τὸ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ’ ἐπονομάζοντες· νομάζοντες· οὐδὲν γὰρ ἔνυλον, ὅ μὴ τῷ ἀύλῳ εὐθύς ἐστιν ἀκάθαρτον· διὸ οὐδὲ λόγος αὐτῷ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδ’ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος) διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσομεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὑτῶν ἀγωγὴν θυσίαν ἱερὰν προσαγαγεῖν θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς, τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία αὕτη τελεῖται.”

Ἐκ τῆς Ἀπολλωνίου τοῦ Τυανέως θεολογίας.

Ὅὕτως τοίνυν μάλιστα ἂν τις τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεω τε καὶ εὐμενοῦς αὐτοῦ παρ’ ὁντιναοῦν ἀνθρώπων, εἰ θεῷ μὲν, ὃν δὴ φαμὲν τοῦτον, ἑνί τε ὄντι καὶ κεχωρισμένῳ πάντων, μεθ’ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν, μήτε ἀνάπτοι πῦρ μήτε τι καθόλου τῶν αἰσθητῶν ἐπονομάζοι· δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς ἐσμεν, οὐδ’ ἔστιν ὃ τὴν ἀρχὴν γῆ ἀνίησι φυτὸν [*](5 Ἀπὸ τῶν Πορφυρίου] De abstin. 2, 34. Conf. Praep. Evang. 4. p. 149. 18 Ἐκ τῆς Ἀπολλωνίου]. Conf. Praep. Evang. 4. p. 150.)

v.3.p.162
ἢ τρέφει ζῷον ἢ ἀὴρ, ᾧ οὐ πρόσεστί γε μίασμα·) μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, παρὰ δὲ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τοὐ ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος ὀργάνου μὴ δεόμενος.”

Εἰ δὴ οὖν ταῦτα καὶ πρὸς τῶν παρ’ Ἕλλησι διαπρεπῶν φιλοσόφων τε καὶ θεολόγων ὁμολογεῖται, πῶς ἂν εἴη πλάνος ὁ μὴ μόνον λόγους, ἀλλ’ ἔργα τῶν λόγων πολὺ πρότερον τοῖς φοιτηταῖς ἐκτελεῖν παραδοὺς, δι’ ὧν κατὰ τὸν ὀρθὸν λόγον ἔμελλον θεραπεύειν τὸ θεῖον; ὅπως δὲ καὶ τίσι λόγοις οἱ παλαιοὶ Ἑβραῖοι θύειν μνημονεύονται διειληφότες ἐν τῷ πρώτῳ συγγράμματι τῆς παρούσης ὑποθέσεως, ἐκείνοις ἀρκεσθησόμεθα.

ἐπεὶ δὲ πρὸς τοῖς ἐξητσμένοις ἔγνωμεν παρὰ τοῦ Χριστοῦ μαθόντες ὅτι γεννητὸς ὁ κόσμος, καὶ ὅτι οὐρανὸς αὐτὸς καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα ἔργα θεοῦ τυγχάνει, καὶ ὅτι χρὴ μὴ ταῦτα, ἀλλὰ τὸν ποιητὴν αὐτῶν σέβειν, σκέψασθαι δεῖ μὴ ἄρα ἠπατήμεθα, τοῦτον παρ’ αὐτοῦ διδαχθέντες φρονεῖν τὸν τρόπον.

καὶ μὴν Ἑβραίων καὶ οὗτος ἦν ὁ λόγος, καὶ φιλοσόφων δὲ οἱ μάλιστα διαφανεῖς τοῖς αὐτοῖς συνηνέχθησαν, γεννητὸν καὶ αὐτὸν τὸν οὐρανὸν, καὶ ἥλιον, καὶ σελήνην, καὶ ἄστρα, καὶ τὸν σύμπαντα κόσμον πρὸς τοῦ τῶν ὅλων ποιητοῦ γεγονότα ἀποφηνάμενοι. ἀλλὰ καὶ συντέλειαν καὶ μεταβολὴν τὴν ἐπὶ τὰ κρείττω τοῦδε τοῦ παντὸς ἔσεσθαι προσδοκᾶν ἐδίδαξεν, ταῖς Ἑβραίων καὶ τοῦτο ἀκολούθως γραφαῖς.

τί οὖν; οὐχὶ καὶ ὁ Πλάτων’ φύσεως λυτῆς καὶ φθαρτῆς οἶδεν αὐτόν τε οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, εἰ καὶ μὴ λυθήσεσθαί φησι ταῦτα, τῷ μὴ τὸν συμπήξαντα βούλεσθαι;

εἰ δ’

v.3.p.163
ἄρα βουληθείη εἶναι φύσεως τοιαύτης, ψυχὴν δὲ ἀθάνατον ἔχειν ἡμᾶς κατ’ οὐδὲν μὲν ἐμφερῆ τοῖς ἀλόγοις ζῴοις, τῶν δὲ τοῦ θεοῦ δυνάμεων φέρουσαν ἀπεικονίσματα διδάξας ἡγεῖσθαι, οὕτως τ’ ἔχειν καὶ διακεῖσθαι καὶ φρονεῖν πάντα βάρβαρον καὶ ἰδιώτην παιδεύσας, ἆρ’ οὐχὶ σοφωτέρους ἀπείργασται τοὺς καθ’ ὅλης τῆς οἰκουμένης τὰ αὐτοῦ φρονοῦντας τῶν τὰς ὀφρῦς ἀνεσπακότων, οἳ μηδὲν κατὰ τὴν οὐσίαν διαφέρειν ἀπεφήναντο ἐμπίδος τε καὶ εὐλῆς καὶ μυίας τὴν ἐν ἀνθρώποις ψυχὴν, ἀλλὰ καὶ ὄφεως καὶ ἐχίδνης ἄρκτου τε καὶ παρδάλεως καὶ συὸς ψυχῆς κατ’ οὐδὲν, ὅσον ἐπὶ λόγῳ φύσεως τε καὶ οὐσίας, τὴν σφῶν αὐτῶν τῶν φιλοσοφωτάτων ψυχὴν διαλλάττειν ;

καὶ θείου δὲ πρὸς τούτοις δικαιωτηρίου συνεχῶς ὑπομιμνήσκων καὶ μελλούσης ἔσεσθαι κρίσεως, κολάσεις τε καὶ τιμωρίας ἀπαραιτήτους τοῖς ἀσεβέσιν ὑπογράφων, τοῖς τε εὐσεβέσιν ἐπαγγελίας θεοῦ αἰωνίου ζωῆς καὶ οὐρανῶν βασιλείας καὶ σὺν θεῷ μακαρίας διαγωγῆς, τίνα ἂν πλανήσειεν, οὐχὶ δὲ μᾶλλον προτρέψαιτο σπεύδειν μὲν ἐπ’ ἀρετὴν, τῶν προσδοκωμένων ἕνεκα τοῖς εὐσεβέσιν ἐπάθλων, ἀποτρέπεσθαι δὲ πάσης κακίας διὰ τὰς ἐπηρτημένας τοῖς ἀσεβέσι τιμωρίας;

ἐν τοῖς δογματικοῖς τῶν αὐτοῦ λόγων παρειλήφαμεν εἶναί τινας μετὰ τὸν ἀνωτάτω θεὸν δυνάμεις, ἀσωμάτους τὴν φύσιν καὶ νοερὰς, λογικάς τε καὶ παναρέτους, τὸν παμβασιλέα χορευούσας, ὧν πλείους καὶ μέχρι ἀνθρώπων νεύματι τοῦ πατρὸς διά τινας σωτηρίους οἰκονομίας ἀπεστάλθαι· ἃς δὴ γνωρίζειν καὶ τιμᾶν κατὰ τὸ μέτρον τῆς ἀξίας ἐδιδάχθημεν, μόνῳ τῷ παμβασιλεῖ θεῷ τὴν σεβάσμιον τιμὴν ἀπονέμοντες.

ἔτι πρὸς τούτοις ἔγνωμεν παρ’ αὐτοῦ μαθόντες πολεμίας τινὰς καὶ

v.3.p.164
ἐχθρὰς τοῦ ἀνθρωπείου γένους ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτᾶσθαι, καὶ σὺν τοῖς πονηροῖς διατρίβειν δυνάμεις δαιμόνων, καὶ πνευμάτων πονηρῶν, καὶ τῶν ἐν τούτοις ἀρχόντων, οὓς παντὶ σθένει φεύγειν πεπαιδεύμεθα, εἰ καὶ ὅτι μάλιστα θεῶν προσηγορίας καὶ τιμὰς ἑαυτοῖς ὑφαρπάζουσιν, ταύτης δ’ οὖν ἔτι μᾶλλον τῆς θεομαχίας καὶ τῆς θεοεχθρίας ἕνεκεν ἀποτρεπτέας εἷναι, καθ’ ἃς ἐν τῇ Προπαρασκευῇ πεποιήμεθα διὰ πλείστων ἀποδείξεις. τοιαῦτα ἄττα τυγχάνει καὶ ἐν τοῖς δογματικοῖς μαθήμασι τοῦ σωτῆρος ἡμῶν ἀναφερόμενα, Ἑβραίων τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τε καὶ προφητῶν ἄντικρυς εὐσεβῆ παιδεύματα.

εἰ δὴ οὖν ταῦτα σεμνὰ, εἰ ὠφέλιμα, εἰ φιλόσοφα, εἰ ἀρετῆς μεστὰ, τίσιν εὐλόγως ἂν ὁ τούτων διδάσκαλος ἐπιγραφείη τὸ τοῦ πλάνου ὄνομα; ἀλλὰ ταῦτα μὲν ὡς περὶ κοινοῦ τὴν φύσιν ἀνθρώπου τέως ἐξητάσθω, παραστατικὰ τῆς σεμνῆς καὶ βιωφελοῦς διδασκαλίας αὐτοῦ τυγχάνοντα· φέρε δὴ καὶ τὰ θειότερα σκεψόμεθα.