Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Oqu δὴ καὶ ἐνταῦθα τίνα τρόπον οἶ κατα- καταλειφθέντες πάλιν ἐπὶ τῆς γῆς, τῆς λοιπῆς ἁπάσης ἐρήμου γενησομένης, μόνοι πληθυνθήσεσθαι λέγον- λέγονται. εἷεν δ’ ἂν καὶ οὗτοι οἱ τοῦ σωτῆρος ἡμῶν μα- θῆταί ἐξ Ἑβραίων, εἰς πάντας ἀνθρώπους προελθόν- τες, οἳ καὶ δίκην σπέρματος καταλειφθέντες πολύ- χουν προσήνεγκαν τὸν καρπὸν, τὰς καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἐκκλησίας· καὶ θέα γε, ὡς κατὰ τὸ αὐτό φησιτούτους μὲν πληθυνθήσεσθαι μό- νοῦς καταλειφθέντας ἐκ τῆς τῶν Ἰουδαίων ἀποπτώ- σεως, ἐκείνους γε μὴν πάμπαν ἐρήμους ἔσεσθαι.

^ri yi] γὰρ αὐτῶν, φησὶν, καταλειφθήσεται ἔρη- ’μὸς. τοῦτο δὲ καὶ ἀνωτέρω αὐτοῖς ἐλέγετο ὑπὸ τοῦ αὐτοῦ προφήτου, κατὰ τὸ ἡ yrj ὑμῶν ἔρημος, αἶ πό- λεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν.”

πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆ- ρος ἡμῶν; ἴως μὲν γὰρ οὐδέπω τὰς κατ’ αὐτοῦ τε- τολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ yrj αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι’ ἧς τὸ μέλλον αὐτοῖς ἔσεσθαι προυθέσπι- σεν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, εἰπὼν, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, ἐξ ἐκείνου καὶ οὐ μετ’ οὐ πολὺ τῆς προρρήσεως πολιορκηθέντες ὑπὸῬωμαίων εἰς ἔρη- μον κατέστησαν.

καὶ τὸ γε αἴτιον τῆς ἐρημώσεως αὐτῶν ὁ προφητικὸς λόγος ἀπελέγχει, μονονουχὶ σα-

v.3.p.112
φῶς διερμηνεύων, καὶ τὴν αἰτίαν τῆς ἀποπτώσεως αὐτῶν παριστάς. ἐπειδὴ γὰρ τοῦ σωτῆρος ἡμῶν διδάσκοντος ἐν αὐτοῖς ἀκούσαντες ὠσὶ διανοίας οὐκ ἤκουσαν, οὐδὲ συνῆκαν ὅστις ἦν, ἰδόντες δὲ αὐτὸν σαρκὸς ὀφθαλμοῖς, τοῖς τῆς ψυχῆς οὐ τεθέανται, ἐπάχυνάν τε ἑαυτῶν τὴν καρδίαν, καὶ μονονουχὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν,” ὥς φησιν ἡ προφητεία, τούτου χάριν ἐρημωθήσεσθαι αὐτῶν φησι τὰς πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ τὴν γῆν γενήσεσθαι ἔρημον, βραχεῖς χεῖς δέ τινας ἐξ αὐτῶν ὑπολειφθήσεσθαι, δίκην γονίμου καὶ ζωπύρου σπέρματος πεφυλαγμένους, οἳ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους πληθυνθήσεσθαι ἐπὶ τῆς γῆς λέγονται.

πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν δηλαδὴ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἔτι φησὶν ἐπ’ αὐτῆς τῆς Ἰουδαίας χώρας διαμεῖναι τὸ ἐπιδέκατον, καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς εἰς προνομὴν ὡς τερέβινθος, καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. παρίστησι δὲ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπονθέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθησαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν βαίνειν ἐπιτρέπεσθαι. τοῦτο δ’ οὖν αἰνιττόμενός φησιν ‟καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος, καὶ βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.”

“Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται [*](6 Es. 6, 10. 17 Es. 6, 13. 29 Es. 7, 21.)

v.3.p.113
ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.”

Ἐνταῦθα τὴν δηλουμένην ἡμέραν ἐπιζητή- σὰς εὕροις ἂν αὐτὸν τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. εἰπὼν γὰρ ὁ προφήτης ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν” πλεῖστα διὰ μέσου θεσπίζει περὶ τῶν κατὰ τὴν αὐτὴν ἡμέραν, τοῦτ’ ἔστιν ἀμφὶ τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας, γενησομένων.

δυνάμεις γὰρ ἀοράτους καί τινας ἐχθροὺς καὶ πολεμίους, μυίας καὶ μελίσσας νόμοις ἀλληγορίας ὀνομαζομένους, ἐπιβήσεσθκι τῇ τῶν Ἰουδαίων χώρᾳ φησὶν, καὶ τὸν κύριον ξυρῷ τῶν πολεμίων, ὡς ἂν μεγάλου σώματος, τοῦ Ἰουδαίων ἔθνους τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα καὶ πάντα συλλήβδην εἰπεῖν τὸν κόσμον αὐτῶν ξυρήσειν.

τούτων δ’ ἐσομένων ἐν τῇ θεσπιζομένῃ ἡμέρᾳ τοῦ ἐκ τῆς παρθένου γενησομένου, τὸν καταλειφθέντα ἄνθρωπον ἐκ τῆς τοῦ παντὸς ἔθνους ἀπωλείας, τοῦτ’ ἔστιν ἅπαντα τὸν ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότα, θρέψειν δάμαλιν βοῶν καὶ δύο πρόβατα προφητεύει, ἀπό τε τοῦ πλεῖστον ποιεῖν γάλα φάγεσθαι βούτυρον καὶ μέλι· νοήσεις δὲ καὶ ταῦτα κατὰ μυστικὴν θεωρίαν ἐπὶ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τετελεσμένα.

ὧν ἕκαστος ἐν αἷς σὺν τῇ τοὐ Χριστοῦ δυνάμει συνεστήσατο ἐκκλησίαις, δύο πρόβατα, τοῦτ’ ἔστιν δύο τάγματα δίκην προβάτων ἐπὶ τὴν τοῦ Χριστοῦ ποίμνην συνιόντα, τὸ μὲν εἰσέτι στοιχειούμενον, τὸ δ’ ἤδη διὰ τοῦ λουτροῦ πεφωτισμένον, καὶ ἐπὶ τούτοις [*](5 Es. 7, 14.)

v.3.p.114
μίαν δάμαλιν τὴν ἐκκλησιαστικὴν τῶν προέδρων ἀρχὴν ταῖς ἐνθέοις καὶ λογικαῖς τροφαῖς ἐκθρέψας, γόνιμον ἐξ αὐτῶν γάλα καὶ μέλι τῆς πονηθείσης αὐτῷ τροφῆς τὸν καρπὸν ἀπηνέγκατο.

ὅπως μὲν οὖν τὰ τῶν ἀτελεστέρων πλήθη προβάτοις εἴωθεν ὁ θεῖος ἀφομοιοῦν λόγος οὐδὲν δεῖ λέγειν, πάσης γραφῆς τοῦτο διδασκούσης· τὸν δέ γε καὶ τοὺς πολλοὺς γεωργοῦντα τῆς ἐκκλησίας ὴγούμενον ὅπως τῷ γεωπόνῳ τῶν βοῶν παραβάλλει, συνίστησιν ὁ ἱερὸς ἀπόστολος, λέγων

μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ δι’ ἡμᾶς πάντως λέγει; ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.”

Εἰ δὲ προσκόπτοι τις ταῖς τοιαῖσδε τροπολογίαις, ὥρα τοῦτον μηδὲ τὰς ὀνομαζομένας μυίας, ἢ μελίσσας, μηδὲ τὸ ξυρὸν, μηδὲ τὸν πώγωνα, μηδὲ τὰς τρίχας τῶν ποδῶν κατὰ διάνοιαν θεωρεῖν, εἰς ἀτόπους δὲ καὶ ἀσυστάτους ἐκπίπτειν μυθολογίας. εἰ δ’ ἀνάγκη ταῦτα μὴ ἄλλως ἢ κατὰ μόνην θεωρίαν δέχεσθαι, δῆλον ὅτι καὶ τὰ ἀκόλουθα παραπλησίως.

‟Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἶ βουνοὶ, καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἴως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης, καὶ οἶ καταλειφθέντες ἀπ’ αὐτῶν ἔσονται ἀριθμὸς, καὶ παιδίον μικρὸν μικρὸν γράψει ψεῖ αὐτούς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκ ἔτι πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ [*](10 1. Cor. 9, 9. 21 Es. 10, 17.)

v.3.p.115
ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐπὶ θεὸν ἰσχύοντα.

καὶ ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων τέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.”

Κἀνταῦθα πρόσσχες ὅτι ἐν τῇ τῶν σκυθρωπῶν ἀπειλῇ, φησὶν, ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἀριθμὸς ἔσται, καὶ παιδίον μικρὸν γράψει αὐτούς. δι’ ὧν τὸ σπάνιον τῶν φευξομένων τὸν ὄλεθρον τοῦ ἐκ περιτομῆς λαοῦ, καὶ τὸν τῆς Ἰερουσαλὴμ ἐμπρησμὸν παρίστησιν. οἱ ’δε καταλειφθέντες οὗτοι, φησὶν, ἀριθμὸς ἔσονται·

τοῦτ’ ἔστιν ἀριθμῷ ληπτοὶ γενήσονται, οὕτω βραχεῖς καὶ εὐαρίθμητοι ὄντες. τοσοῦτοι δ’ οὖν ὡς ἐν συγκρίσει τοῦ παντὸς πλήθους τοῦ Ἰουδαίων ἔθνους οἶ εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότες γεγόνασιν, οἳ καὶ κατηξιώθησαν τῆς ὑπ’ αὐτοῦ γραφὴς, ὡς δηλοῖ φάσκων ὁ λόγος “καὶ παιδίον γράψει αὐτούς·” προδιδάξας ὅ τι ποτε ἦν τὸ παιδίον ἐν οἶς ἔλεγεν ‘ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν· καὶ πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέμα.”

καὶ ἐπειδήπερ ἐνταῦθα παιδίον φησὶν γράψει αὐτοὺς, εἰκότως ἐν τοῖς πρόσθεν ἐλέγετο καὶ έσται τὸ ὑπολειφθὲν ἐν Σιῶν καὶ τὸ καταλειφθὲν ἐν Ἰερουσαλὴμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν. ὥσπερ γοῦν ἐν ἐκείνοις τὸ καταλειφθὲν ὠνόμαστο, οἱ δ‘ αὐτοὶ γραφέντες ἦσαν εἰς ζωὴν, οὕτως καὶ ἐνταῦθα οἱ καταλειφθέντες ἀέ αὐτῶν ἀριθμὸς ἔσονται καὶ παιδίον γράψει αὐτούς.

τοῦτο δὲ καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ, καὶ οἱ

v.3.p.116
διασωθέντες ἀπὸ τοῦ Ἰακὼβ οὐκέτι, φησὶν, ἔσονται ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποιδότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραήλ.

καὶ ὅρα γε εἰ μὴ ταύτῃ γε τῇ πεποιθήσει οἶ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες, οἱ τε ἐκ τῆς ἀποπτώσεως τοῦ Ἰσραὴλ περιλειφθέντες μαθηταὶ καὶ ἀπόδτολοι τοῦ σωτῆρος ἡμῶν, μηδένα λόγον ποιησάμενοι τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἢ τῶν ἀρχόντων τοὐ ἐκ περιτομῆς λαοῦ τῶν πάλαι ἀδικούντων αὐτοὺς, ἐξῆλθον εἰς πάντα τὰ ἔθνη κηρύττοντες τὸν Χριστοῦ λόγον, πεποιθήσει τε τῇ πρὸς τὸν θεὸν,