Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ· ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ.”

Καὶ τί δ’ ἂν γένοιτο τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ αὐτὸς ὁ προφήτης διεσάφησεν εἰπὼν πάντες οἱ γραφέντες εἰς Ἰερουσαλὴμ καὶ οἶ κληθέντες ἅγιοι.” τίς οὖν αὕτη ἡ ἡμέρα, ἐν ᾗ δοξάσειν ὁ θεὸς καὶ ὑψώσειν τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ τοὺς κληθησομένους ἁγίους καὶ γραφησομένους εἰς ζωὴν λέγεται, ἀναδραμόντι σοι τὴν ὅλην τῆς περικοπῆς διήγησιν δῆλον ἔσται.

ἐν ἀρχῇ τοιγαροῦν τῆς ὅλης βίβλου τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλὴμ ἰδὼν ὅρασιν ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ ἀσεβήματα, [*](2 Es. 1, 15. 3 Es. 3, 9. 13 Es. 4, 2.)

v.3.p.106
ἀπειλήσας τε καὶ εἰπὼν τὰ περὶ τῆς καταστροφῆς αὐτῶν καὶ τῆς παντελοῦς ἐρημίας Ἰερουσαλὴμ, τέλος τῆς κατ’ αὐτῶν θεωρίας ἐπάγει λέγων “ ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου, καὶ αἷ ἐργασίαι αὐτῶν ὡς σπινθῦῆρες θῆρες πυρὸς, καὶ κατακαυθήσονται οἶ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβἐσων.”

Περιγράψας δὲ ἐνταῦθα τὴν κατ’ αὐτῶν πρόρρησιν ὑποστολῆ̣ χρῆται· ἐξ ἑτέρας δὲ ἀρχῆς δευτέρας ὑποθέσεως ἅπτεται, καὶ προοιμίῳ γε τῷ λεγομένῳ τοιῷδε χρῆται ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν Αμὼς, τὸν προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ Ιερουσαλὴμ, ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλήμ. ἴσως τις ὑπο- λήψεται λήψεται περὶ ὧν τὰ σκυθρωπὰ προλαβὼν τούτων αὐτῶν πέρι τὰ χρηστότερα μεταβαλόντα λέγειν.

ἀλλ’ οὐκ ἂν ταῦτα ἐπιτρέψειε φάναι ἡ τῶν ἐπιφερομένων ἀκολουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰουδαίας οὐδὲ ὑπὲρ Ἰερουσαλὴμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπὰς, καὶ τὸ πᾶσι σωτήριον κλῆσιν καὶ γνῶσιν τοῦ ἐπὶ πάντων θεοῦ θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις ὅρους ἐπιφάνειαν καινοῦ καὶ οἴκου θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα.

λέγει δ’ οὖν μετὰ τὸ φάναι περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλὴμ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὅρος κυ- [*](3 Es. 1, 30. 12 Es. 2, 1. 30 Es. 2, 2.)

v.3.p.107
ῥίου, καὶ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσιν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίον, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ.”

Καὶ περὶ μὲν τῶν ἐθνῶν ἀπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἐξῆς οἷα ἐπιλέγει ἄκουε ‘ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ’ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς.

ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτόν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν,” καὶ τὰ ἐξῆς τούτων ὄντα ὄντα πλείω, οἷς ἐπιφέρει “καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄυθρωπος, καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτοὺς, καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, καὶ ἀπὸ προσώπου δόξης αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Δι’ ὧν σαφῶς ἀνάστασίν τινα τοῦ κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους.

περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι’ οὗ φησιν ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἔπι πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον,’ καὶ τὰ τούτοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου, τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ προαγορεύσας ἐν αὐτῇ ταύτῃ, φησὶ, τῇ ἡμέρᾳ· ‘‘ὑψωθήσεται κύριος ἐν τῆ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια·”

μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπε-

v.3.p.108
στράφησαν αὐτοί τε Ἰουδαῖοι καὶ οἶ λοιποὶ πάντες ἄνθρωποι μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν, καταπτύσαντες πάσης δεισιδαιμονίας. “τῇ γοῦν ἡμέρᾳ ἐκείνῃ, φησὶν, ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ ἃ ἐποίησαν, προσκυνεῖν τοῖς ματαίοις”·

καθ’ ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν, διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν.

ἰδίως δὲ αὐθις περὶ τοῦ Ἰουδαίων ἔθνους ὑπὸ μίαν διάνοιαν ἑξῆς ἐπιλέγει “ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου, καὶ ἰσχὺν ὕδατος. γίγαντα καὶ ἰσχύοντα, καὶ ἄνθρωπον πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν·” καὶ τὰ τούτοις ἑξῆς.

ἔνθα ἐπιστήσας παράθες τὰ προλεγόμενα τῆς προφητείας δι’ ὧν εἴρηται “ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ,” ὡς μᾶλλον κατ’ αὐτῶν ἢ ὑπὲρ αὐτῶν τὰ ἐπενηνεγμένα τυγχάνει, εἰ μή τις ἄρα ἐν τούτοις λανθάνων περιέχεται νοῦς.

πῶς γὰρ μέλλων ἀφαιρεῖν ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, καὶ πάντα τὰ ἐν αὐτοῖς πάλαι διαπρέποντα, ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ ἔσεσθαι τὰ θεσπιζόμενα πῶς δὲ ὑπὲρ αὐτῶν ἐστι καὶ τὰ ἐξῆς αὖθις λεγόμενα “ἀνεῖται Ἱερουσαλμὴμ, καὶ ἡ Ἰουδαία καὶ αἶ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειθοῦντες.”

[*](29 Es. 3, 8.)
v.3.p.109

Ἀλλὰ γὰρ ἐν τοιῷδε καιρῷ, ἐν ᾧ τὸ ὄρος κυρίου πάσι τοῖς ἔθνεσιν ἀνάγκη κηρύττεσθαι, ὅ τε ἐπὶ τοῦ ὄρους οἶκος τοῦ θεοῦ ἐφ’ οὗ πάντα τὰ ἔθνη συνιόντα φασὶν ’δε τε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ·” τοιαύταις ὁ λόγος χρησάμενος κατηγορίαις τοῦ Ἰουδαίων ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, διδάσκων ὅτι τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος ἀποπεσεῖσθαι τῆς κατὰ τὸν θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν· ἔμπαλιν δὲ ὡς ἂν ἐκ μοχθήρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ δοκίμιον καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδειγμένοι, τῆς παρὰ τῷ θεῷ γραφῆς καταξιωθήσονται καὶ ἅγιοι κλη- θήσονται τοῦ θεοῦ δοῦλοι.

δηλοῖ δὲ διὰ τούτων τοὺς τοῦ σωτῆρος ἡμῶν ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς καὶ τοὺς λοιποὺς ἅπαντας τοὺς ἐν περιτομῇ ριτομῇ εἰς αὐτὸν πεπιστευκότας κατὰ τὸν χρόνον τῆς ἀποπτώσεως τοῦ παντὸς αὐτῶν ἔθνους.

ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ δηλονότι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν ἐθνῶν καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ, καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιῶν, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ, κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλὴμ”, δι’ οὓς καὶ εἰκότως ἀπὸ τῆς Ἱερουσαλὴμ λῆμ’ καὶ ἀπὸ τῆς Ἰουδαίας προελθόντας ὑπὲρ [*](21 Es. 4, 2.)

v.3.p.110
Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ τὴν προφητείαν λοῦ λέγεσθαι τὸ προοίμιον, ἢ καὶ διὰ τὴν ἀληθῆ Ἱερουσαλὴμ, καὶ τὴν ἀναλόγως αὐτῇ κατὰ διάνοιαν θεωρουμένην Ἰουδαίαν· περὶ οὗ κατὰ καιρὸν εἰσόμεθα.

καὶ τίς γε τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν καὶ τῶν εὐαγγελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ’ ἣν εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ ἐκκλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσι, καὶ τὰς τῆς καινῆς διαθήκης δι’ αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι φησάσῃ ἐμφανῶς ἐν βουλῇ καὶ μετὰ δόξης ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν θεὸν καὶ δοξάσειν τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ ὡς ἄρα τὸ καταλειφθὲν ἐν Σιῶν καὶ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται οἶ γραφέντες εἰς ζωήν; ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς ἑβδομήκοντα ἐν βουλῇ μετὰ δόξης”, ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως εἰς δύναμιν καὶ δόξαν ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ θεοῦ δοθεῖσαν τοῖς ἀποστόλοις δύναμιν καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ δόξαν παριστῶντες κατὰ τὸ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”

καὶ αὐτό γε τὸ γεγενημένον “ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἥκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτων μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. καὶ [*](7 Ps. 19, 4. 23 Ps. 68, 11. 25 Es. 6, 9.)

v.3.p.111
εἶπα, ἴως πότε, κύριε; καὶ εἶπεν, ἴως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ yrj καταλειφθῇς ἔται ἔρημος. καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς.”