Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

διὰ γὰρ τῆς σῆς βοηθείας ἡ ἀντίληψίς μοι γενήσεται, δι’ ἣν ἀντίληψιν ὁ πᾶς εἰκότως προγέγραπται Ψαλμὸς ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως. εἰς τὴν ἀντίληψιν τοιγαροῦν πρόσσχες, παρέχων μοι τὴν ὅσον οὔπω κάτα τὴν ἕω τῆς ἐκ νεδρῶν ἀναστάσεως ἀντίληψιν, ἧς ἐλπίζω τεύξεσθαι, ἐπὰν μὴ μακρύνας μου αὐτὴν ‘ῥύσῃ ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· ἐπὰν σώσῃς με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.”

δι’ ὧν ἡγοῦμαι αὐτὸν τὰς καταχθονίους αἰνίττεσθαι δυνάμεις, ὧν οὐ καθ’ ἡμὰς ἂν εἴη κατ’ εἶδος διαστείλασθαι καὶ διελεῖν, ὅπως ἡ μέν τις αὐτῶν ῥομφαία οὖσα ἀνετείνετο κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος ἡμῶν, ἡ δέ τις κύων οὖσα θανάτῳ τὴν θανατηφόρον χεῖρα προυβάλλετο, εἰς τὸ καθάψασθαι αὐτῆς.

διό φησι ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου.· ἄλλη δέ τις πονηρὰ καὶ τῶν ἐκεῖσε θηρίων ἡγουμένη δύναμις, λέων προσαγορευομένη, τὸ πλατὺ καὶ ἀχανὲς τοῦ θανάτου στόμα διανοίξασα, μετὰ ἄλλων τῶν εἰς Ἃιδου κατιόντων καὶ τὴν αὐτοῦ ψυχὴν καταπιεῖν ὥρμητο, ὥσπερ οὖν πάλαι πρότερον κατέπιεν ὁ θάνατος ἰσχύσας, οὐχ ἓτερος ὢν τοῦ ἐνταῦθα λέοντος τοῦ τὸ στόμα κατὰ τοῦ

v.3.p.684
θῆσωτῆρος ἡμῶν ἀνοίξαντος, ἀφ’ οὗ καὶ αὐτοῦ σωθῆναι τὸν πατέρα παρακαλεῖ λέγων σῶσόν με ἐκ στόματος λέοντος.

εἶεν δ’ ἂν καὶ ἄλλαι τινὲς πονηραὶ καὶ θεομάχοι δυνάμεις τῷ μονοκέρωτι τοῦ θεοῦ ἀντιπράττουσαι καὶ ἀντιπαρεξάγειν αὐτὸν ἐπιχειροῦσαι, ἀφ’ ὧν καὶ αὐτῶν ὁ τοῦ θεοῦ μονόκερως, αὐτὸς ὁ κύριος ἡμῶν μόνον τὸν πατέρα κέρας ἔχων, τὴν ἑαυτοῦ ταπείνωσιν ῥυσθῆναι ἀξιοῖ, λέγων “καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.”

ποίαν δὲ ταπείνωσιν ἢ ταύτην αὐτὴν, καθ’ ἣν “ἐν μορφῇ θεοῦ ὑπάρχων ἐταπείνωσεν ἑαυτὸν καὶ ἐκένωσε, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ;" ἀλλὰ γὰρ ἐπὶ τοσοῦτον κατελθὼν, καὶ μέχρι τούτου φθάσας, λέγω δὴ μέχρι τῆς ἐν τῷ Ἃιδῃ ῥομφαίας, καὶ τῆς χειρὸς τοῦ αὐτόθι λεγομένου κυνός· ὃθεν καὶ παῖδας Ἑλλήνων εἰκὸς τοιοῦτόν τινα παρακούσαντας κύνα θανάτου, καὶ τοῦτον τρικέφαλον ἀναζωγραφεῖν·) ζωγραφεῖν·) καὶ μέχρι δὲ τῶν φαρύγγων τοῦ προδεδηλωμένου λέοντος ἐλθὼν, καὶ τὴν ταπείνωσιν αὑτοῦ τοῖς ἀντιπάλοις καὶ θεομάχοις μονοκὲρωσιν ὑποστρώσας, καὶ ἐπὶ τοῦτό γε τέλος τὴν πᾶσαν οἰκονομίαν τῆς ἑαυτοῦ κενώσεως τε καὶ ταπεινώσεως στήσας, κἄπειτα εὐξάμενος ἤδη λοιπὸν τυχεῖν τῆς βοηθείας καὶ τῆς παρὰ τοῦ πατρὸς ἀντιλήψεως, ἐπιλέγει “σὺ δὲ, κύριε, μὴ μακύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσσχες.

καὶ τοῦτ’ εἰπὼν οὐκ εἰς μακρὸν ἐπηκόου τοῦ πατρὸς τυγχάνει, μὴ μακρυνθέντος, μηδὲ τὸ βραχύτατον ὑπερθεμένου, αὐτοῖς δὲ ἔργοις μονονουχὶ φήσαντος αὐτῷ “ἔτι λαλοῦντός σου, ἐρῶ, ἰδοὺ πάρειμι.” καὶ δὴ τοῦτ’ αἰσθόμενος, τῆς τε [*](11 Phil. 2, 6. 29 Es. 58, 9.)

v.3.p.685
πατρικῆς βοηθείας, καθάπερ ηὔξατο, τυχὼν, ἐντεῦθεν λοιπὸν ἀπάρχεται τοῦ ἐπινικίου ὕμνου, ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως τὸν Ψαλμὸν ποιούμενος, ἐν οἶς φησι ‘’θιηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.

πρώτοις μὲν οὖν τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις ἐπαγγέλλεται τὰ τῆς ἐπ’ αὐτῷ χαρᾶς καὶ ἀγαλλιάσεως εὐαγγελίσεσθαι, ἀδελφοὺς αὐτοὺς ὀνομάζων·

οἷς ἀκόουθα καὶ ὁ Ματθαῖος διδάσκει λέγων “καὶ ἰδοὺ ὁ Ἰησοῦσ ἀπήντησεν αὐταῖς, δηλονότι ταῖς ἀμφὶ τὴν Μαγδαληνὴν Μαρρίαν, λέγων, χαίρετε. αἷ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῶ. τότε λέγ·ει αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε, ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἔνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκεῖ με ὂψονται.”

ὁ Ἰωάννης δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάσασιν εἰσάγει καὶ αὐτὸς τὸν Ἰησοῦν λέγοντα πρὸς τὴν Μαριάμ “μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν.”

πρώτοις μὲν οὖν τοῖς ἀποστόλοις αὑτοῦ, οὓς ἰδίους ἀδελφοὺς ὀνομάζει, τὸ ὄνομα τοῦ πατρὸς διηγήσεσθαί φησι· μετὰ δὲ ἐκείνους, τάξει καὶ ἀκολουθίᾳ τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἐπὶ τῷ ὀνόματι αὐτοῦ συστᾶσαν ἐκκλησίαν διδάξειν τὸν πατρικὸν ὕμνον ἐπαγγέλλεται.

ὥσπερ γὰρ εἴ τις ἐν μέσῳ μαθητῶν διεξοδεύοι λόγους ἐπὶ σοφίᾳ διαπρέπων διδάδκαλος ὑπὲρ τοῦ κἀκείνους ἀκούσαντας προσυπακοῦσαι, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς ἐν μέσῳ ἐκκλησίας, [*](9 Matth. 28, 9. 18 Jo. 20, 17.)

v.3.p.686
Φηςὶν, ὑμνήσω σε, ὑπὲρ τοῦ μαθοῦσαν τὴν ἐκκληςίαν καὶ ἀκούσασαν παρ᾿ αὐτοῦ, ὃν προςήκει τρόπον, μηκέθ᾿ ὡς τὸ πρὶν τοὺς δαίμονας, ἀλλ᾿ αὐτὸν μόνον τὸν πάντων θεὸν διὰ τοῦ καταγγείλαντος αὐτὸν ἀνυμνεῖν.

ταῦτα πράξειν ὑποσχόμενος σφόδρα ἀκολούθως ἐντεῦθεν ἤδη προστάττει τῇ ἐκκλησία καὶ τοῖς αὑτοῦ ἀδελφοῖς ὑμνεῖν τὸν πατέρα. δίο φησιν “οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτὸν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτόν.