Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ φοβηθήτωσαν ἀπ᾿ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσραὴλ, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ᾿ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μοῦ.” δι᾿ ὧν σαφῶς παρέστησε τῶν προωνομασμένων κακῶν τὴν ἀπαλλαγήν.

εἰ γὰρ ἐν τῶ κεκραγέναι πρὸς αὐτὸν εἰσήκουσεν αὐτοῦ, ηὔξατο δὲ ῥυσθῆναι ἀπὸ μὲν ῥομφαίας τὴν ψυχὴν αὑτοῦ, ἐκ δὲ κυνὸς τὴν μονογενῆ αὑτοῦ, καὶ ἔτι ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσιν αὑτοῦ, ἀκόλουθόν ἐστι νοεῖν τούτων ἀπαλλαγὴν εὑρέσθαι τὸν φύσαντα “ὅτι μὴ προσώχθισεν ὁ θεὸς τῇ δεήσει αὐτοῦ, μηδὲ τὸ πρόσωπον ἀπέστρεψεν ἀπ᾿ αὐτοῦ, ἀλλ᾿ ἐν τῷ κεκραγέναι εἰσήκουσεν αὐτοῦ.”

διὸ καὶ ὑπῆρξεν αὐτῷ ῥυσθέντι τῶν τοσούτων καὶ ἐκ τοῦ θανάτου διαφυγόντι συνδιατρίβειν τοῖς ἑαυτοῦ μαθηταῖς ὁμοῦ καὶ ἀδελφοῖς, καὶ ὑμνεῖν ἐν μέσῳ ἐκκληςίας τὸν πατέρα. τήρει δὲ πάλιν ὡς πτωχὸν αὖθις ἑαυτὸν ἀποκαλεῖ, συμφώνως ταῖς πρότερον παρατεθείσαις προφητείαις, δι᾿ ὧν πένης καὶ πτωχὸς ὠνομάζετο.

ἀλλ᾿ ἐπεὶ καὶ τὴν ἀνάστασιν αὑτοῦ διὰ τούτων παρέστησεν, αὖθις πρὸς τὸν πατέρα ἐπιστρέφων τὸν λόγον, παρὰ σοῦ, φηςὶν, ὁ ἔπαινός μου ἐν

v.3.p.687
ἐκκλησίᾳ μεγάλῃ, τῆς ἐπ’ ὀνόματι αὐτοῦ συστάσης ἐξ ἐθνῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας μνημο- νεύων, ἐν ἡ ὁ περὶ τοῦ σωτῆρος ἡμῶν ἔπαινος διὰ παντὸς ᾄδεται, νεύματι τοῦ πατρὸς αὐτοῦ καὶ συνεργίᾳ. γίᾳ.

διό φησι ‘‘παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλγσίᾳ μεγάλῃ.” μεγάλη γὰρ ὡς ἀληθῶς ἡ ἐκκλησία αὕτη ἐκ παντὸς γένους ἀνθρώπων συγκεκροτημένη, οὐδὲ συγκρίνεσθαι διὰ τὸ σεμνὸν καὶ ὑπερφυὲς τοῦ βίου καὶ διὰ τὸ τῶν δογμάτων μέγεθος ἀξία τῷ Ἰουδαίων ἔθνει καὶ τῇ τῶν ἐκ περιτομῆς συναγωγῇ, πάσῃ πτωχείᾳ λόγου καὶ βίου καὶ φρονήματος καὶ τῆς ἂλλης περὶ θεοῦ δόξης ἐσμικρυμμένῃ.

εἶτ’ ἐπιλέγει “τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐνώπιον πάντων τῶν φοβουμένων αὐτόν,” φοβουμένους αὐτὸν ἀποκαλῶν τὴν πρότερον ὀνομασθεῖσαν ἐκκλησίαν μεγάλην, οἷς ἔλεγεν “οἱ φοβούμενοι τὸν κύριον αἰνέσατε αὐτόν.” ποίας δὲ εὐχὰς ἀποδώσειν φησὶν ἢ ἃς ἐπηγγείλατο,. ποίας δὲ ἐπηγγείλατο ἢ ἐκείνας δι’ ὧν ἔφησε “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε; εὐχαὶ γάρ εἰσιν αἶ ἐπαγγελίαι, ἃς ἐπαγγειλάμενος δώσειν ἐν μέσῳ ἐκκλγσίας διεβεβαιοῦτο.

τούτοις ἐξῆς ἐπιλέγει ‘‘φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἶ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἶ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.’ μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πάσαι αἶ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.”

δι’ ὦν σφόδρα ἀκολούθως τὰ μετὰ τὴν ἀνάστασιν αὐτοῦ κατορθώματα ἀναφωνεῖ, ἃ καὶ πεπλήρωται διὰ τῆς ἐξ ἀπάντων τῶν ἐθνῶν κλήσεως, διά τε τῆς ἐν τοῖς πέρασι

v.3.p.688
τῆς οἰκουμένης ἀνθρώπων ἐκλογῆς, ὧν αἶ ἐκβάσεις ὀφθαλμοῖς θεωρούμεναι πάντων ἂν γένοιντο τῶν διὰ τοῦ Ψαλμοῦ λεγομένων παραστατικαί.

πένητες δὲ πάλιν ἡμεῖς, οὓς κατὰ θεὸν πτωχεύοντας ἐκτρέφων ὁ σωτήριος λόγος τῷ νοητῷ καὶ λογικῷ ἄρτῳ ταῖς ζωοποιοῖς τῶν ψυχῶν τροφαῖς τὴν αἰώνιον ἡμῖν παρέχει ζωήν. διό φησιν ὁ Ψαλμὸς “φάγονται πένηες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι καὶ αἰνέσουσι κύριον οἶ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἶ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.”

καὶ ὁ ἐπίλογος δὲ τῆς ὅλης προφητείας μετὰ πάντα ἐπιφέρων “ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος ἄντικρυς τὸν ἐξ ἐθνῶν προθεσπίζει λαὸν, καὶ τὴν διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συστᾶσαν ἐπὶ τῆς γῆς γενεάν.

τίς γὰρ ἂν εἴη ὁ μετὰ ταῦτα τεχθήσεσθαι λεγόμενος τῷ θεῷ λαὸς, πάλαι μὴ ὢν, μηδ’ ὑφεστὼς ἐν ἀνθρώποις, ὕστερον δὲ γεγονώ; τίς τε ἡ μὴ οὖσα τότε, λεγομένη δὲ ἐλεύσεσθαι γενεὰ, εἰ μὴ αὕτη ἡ διὰ τοῦ σωτῆρος ἡμῶν ἐν παντὶ τῷ κόσμῳ συστᾶσα ἐκκλησία, καὶ ὁ νέος ἐξ ἐθνῶν λαὸς, ἐφ’ ᾧ καὶ διὰ Ἡσΐου τὸ πνεῦμα τὸ ἅγιον θαυμαστικῶς ἀπεφθέγξατο φῆσαν “τίς ἤκουσε τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, καὶ εἰ ἐτέχθη ἔθνος εἰσάπαξ.”

Ταῦτα μὲν οὖν ἡμεῖς ἐφ’ ἕτερα συνελαύνοντος τοῦ καιροῦ διαδραμόντες ἀκροθιγῶς διεξήλθομεν· ὅτῳ δ’ ἂν μέλοι τῆς τοῦ σωτῆρος ἡμῶν παρακελεύσεως, φήσαντος, ἐρευνᾶτε τὰς γραφὰς ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρφήσαντος [*](21 Es. 66, 8. 28 — ἀληθείας] Haec ex codice Fabricii accesserunt. lo. 5, 39.)

v.3.p.689
τυροῦσαι περὶ ἐμοῦ, ἑκάστῃ λέξει τοῦ Ψαλμοῦ τὸν νοῦν ἐμβαθύνας, τὴν ἀκριβῆ διάνοιαν θηρεῦσαι ἂν τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας.

[*](Fragmentum libri XV, editum ab Α. Maio in Scriptorum veterum nova Coltectione Rom. 1825. vol. Ι. part. 2. p. 173, ex commentario ad Danielem 2, 31.Ἀναγκαῖον ἐλογισάμην Εὐσεβίου τοῦ Καισαρείας τοὐ ἐπίκλην Παμφίλου παραθέσθαι φωνὰς εἰρημένας ἐν πεντεκαιδεκάτῳ τόμῳ τῆς Εὐαγγελικῆς Ἀποδείξεως· οὕτος γὰρ πᾶσαν ἐκθέμενος τὴν ὅρασιν οὕτως φησί “Ἡγοῦμαι ταῦτα μηδὲν διαφέρειν τῆς τοὐ προφήτου θεωρίας· ὡς γὰρ ὁ προφήτης θάλασσαν ἑώρα μεγάλην, οὕτως ὁ βασιλεὺς εἰκόνα πολλήν· καὶ πάλιν ὡς ὁ προφήτης ἑώρα δ’ θηρία, ἅπερ ἑρμηνεύων μετέβαλεν εἰς δ’ βασιλείας, οὕτως ὁ βασιλεὺς τὰς διὰ τοὐ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου τέσσαρας βασιλείας ᾐνίττετο· καὶ αὖθις ὡς ὁ προφήτης τῶν τοῦ ὑστάτου θηρίου κεράτων δέκα διαίρεσιν ἐώρα, καὶ τρία κέρατα ὑφ’ ἑνὸς συντριβόμενα, καὶ ὁ βασιλεὺς ὡσαύτως ἐπὶ τῶν τελευταίων τῆς εἰκόνος μέρος τι σιδηροῦν καὶ μέρος ὀστράκινον ἐθεώρει· καὶ ἐπὶ τούτοις ὡς ὁ προφήτης μετὰ τὴν τῶν τεσσάρων βασιλειῶν ὅρασιν ἑώρα υἱὸν ἀνθρώπου τὴν κατὰ πάντων ἀρχὴν καὶ ἐξουσίαν καὶ βασιλείαν παρειληφότα, οὕτως καὶ ὁ βασιλεὺς λίθον συντρίβοντα τὴν εἰκόνα πᾶσαν καὶ γινόμενον εἰς ὄρος μέγα καὶ πληροῦν θάλασσαν ἐδόκει ὁρᾶν· καὶ εἰκότως· ἔπρεπε γὰρ τῷ)
v.3.p.690
[*](μὲν ἠπατημένῳ περὶ τὴν τοῦ βίου φαντασίαν βασικεῖ καὶ τὴν τῶν αἰσθητῶν οἷα χρωμάτων ὡραιότητα ἐπὶ γραφῆς ἀνακειμένης θαυμάζοντι εἰκόνι μεγάλῃ τὸν πάντων ἀνθρώπων ἀπεικάζειν βίον, τὸν δὲ προφήτην τὸν πολὺν καὶ μέγαν σάλον τοῦ βίου μεγάλῃ θαλάσσῃ παραβάλλειν· καὶ τῷ μὲν βασιλεῖ τὰς παρὰ ἀνθρώποις πολυτελεῖς γενομένας ὕλας χρυσοῦ καὶ ἀργύρου χαλκοῦ τε καὶ σιδήρου θαυμάζοντι τὰς κατὰ χρόνους ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐπικρατεῖς βασιλείας ταύταις ἀφομοιοῦν ταῖς ὕλαις, τῷ δὲ προφήτῃ ἐν μορφαῖς θηρίων τὰς αὐτὰς βασιλείας καταλλήλως τῷ τῆς ἀρχῆς τρόπῳ διαγράφεσθαι· καὶ πάλιν τῷ μὲν βασιλεῖ μέγα ὡς εἰκὸς ἐφ’ ἑαυτῷ φρονοῦντι καὶ ἀλαζονευομένῳ ἐπὶ τῇ τῶν προγόνων βασιλείᾳ ἡ τῶν πραγμάτων μεταβολὴ δείκνυται, καὶ τῶν ἐπὶ γῆς βασιλειῶν τὸ τέλος, εἰς καθαίρεσιν τοῦ ἐν αὐτῷ τύφου, καὶ εἰς τὸ μηδὲν ἡγεῖσθαι βέβαιον τὸ ἐν ἀνθρώποις, ἢ μόνον τὸ ἐπὶ πάντων τέλος τῆς τοῦ θεοῦ βασιλείας· ἔσεσθαι γὰρ μετὰ τὴν πρώτην Ἀσσυρίων ἀρχὴν, ἣν ὁ χρυσὸς ᾐνίξατο, δευτέραν τὴν τῶν Περσῶν, τὴν διὰ τοῦ ἀργύρου δεδηλωμένην· ἔπειτα τρίτην τὴν Μακεδόνων, ἣν ὁ χαλκὸς ἐσήμανε· μεθ’ ἣν τετάρτην διαδέξασθαι τῶν Ῥωμαίων, κραταιοτέραν οὖσαν τῶν πρὸ αὐτῆς, διὸ καὶ σιδήρῳ παρεβάλλετο · εἴρητο γοῦν καὶ περὶ αὐτῆς, καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει· καὶ μετὰ τὰς εἰρημένας ἀπάσας τὴν τοῦ θεοῦ βασιλείαν διὰ τοῦ συντρίβοντος τὴν πᾶσαν εἰκόνα λίθου παρισταμένην· καὶ ὁ προφήτης τούτων ἀκολούθως τὴν ἐπὶ τέλει τοῦ τῶν ὅλων θεοῦ βασιλείαν οὐ πρότερον θεωρεῖ ἢ τὰς εἰρημένας τέσσαρας δυναστείας διαγράψαι τὸν λόγον διὰ τῶν τεσσάρων θηρίων· τούτων δὲ τῶν τεσσάρων βασιλιῶν μόνων καὶ οὐδὲ ἑτέρων ἡγοῦμαι τὰς ὁράσεις καὶ τῷ βασιλεῖ καὶ τῷ προφήτῃ δεδεῖχθαι διὰ τὸ 5 ταύταις καταδουλωθῆναι τὸ Ἰουδαίων ἔθνος ἀπὸ τῶν τοῦ προφήτου χρόνων.”)