Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τούτων οὖν ἁπάντων ἀναφέρων τὴν μνήμην, καὶ διὰ παντὸς τὸν θεόν μου καὶ πατέρα μου πρὸ τῶν ἐμῶν ὀφθαλμῶν τιθέμενος, εἰκότως καὶ κατὰ τὸν ἐνεστῶτα τοῦ περιέχοντός με πάθους καιρὸν, ὅτε σοὶ τῷ πατρὶ γενόμενος ὑπήκοος αὐθαίρετος [*](24 Luc. 1, 41.)

v.3.p.675
καὶ ἑκὼν “ γέγονα σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδἐνημα λαοῦ·” καὶ νῦν ὅτε πάντες οἱ θεωροῦντές μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾶν πρᾶγμα ἐξεμυκτήρισάν με, τοσαύτην κατ’ ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες ὡς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ, ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν “ ἐλάλησαν γοῦν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν.”

καὶ νῦν γοῦν ὅτε τὰ τοιαῦτά με περιέστηκε, σὲ τὸν πατέρα μου τὸν ἐκσπάσαντά με ἐκ γαστρὸς μητρός μου, ἐφ’ ὅν ἐπερρίφην ἐκ μήτρας, εἰς ὃν ἤλπισα ἀπὸ μαστῶν, τὸν καὶ ἀπὸ γαστρὸς μητρός μου γνωριζόμενόν μοι, καὶ γινωσκόμενον θεὸν, ἱκετεύω καὶ ἀντιβολῶ μὴ ἀποστῆναι ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς.

μέλλει γὰρ, φησὶ, καὶ ὅσον οὔπω πάρεστι καὶ πλησιάζει συνέχον ἤδη καὶ ἐπικείμενόν μοι τὸ πάντων ἔσχατον τῆς ὑπερβαλλούσης μου θλίψεως νέφος. οὔπω γὰρ ἐγὼ θλῖψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ οὔτε τὸν σταυρὸν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμοὺς, οὔτε τὰς χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα μοι, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἶ υἱοὶ τῶν ἀνθρώπων · ἀλλὰ γὰρ ὁρῶ τὴν μετὰ τοῦ σώματος ἀνάλυσιν κατ’ αὐτὸν τὸν θάνατον, καὶ τὴν εἰς Ἅιδου κατάβασιν πλη- σιάζουσαν, καὶ τῶν ἀντικειμένων καὶ ἐχθρόν τῷ θεῷ δυνάμεων ἐπανάστασιν. διό φημι ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.

πῶς γὰρ οὐχ ὑπερβάλλουσα ἢν καὶ μεγίστη θλῖψις αὕτη ἐκείνη, ἐν ᾗ οὐκ ἔστιν ὁ βοηθῶν; ὁ μὲν γὰρ ἐπὶ σωτηρίᾳ τῶν ἐν Ἅιδου ψυχῶν παρῄει ἐκ μακροῦ αἰῶνος τὴν ἄφιξιν αὐτοῦ

v.3.p.676
περιμενονσών, καϊ κάτσει γε θύρας χαλκάς συντρί- ψων, καϊ μοχλούς σιδηρούς ουνθλάσων, και τους πρϊν δεομίονς Αιδου έλευθέρους άνήσων' ο και γέγο- νεν, οτε πολλά σώματα τών κεκοιμημένων αγίων άνα- στάντα ουνεισηλθον αύτώ είς τήν άληθώς άγίαν τον θεού πόλιν'

αί δΐ δυνάμεις αί άντικείμεναι προς τοΐς τών ανθρώπων κακοΐς έπεΟτρατεύοντο αύτώ, λύ- πην ού μικράν καϊ θλΐψιν αντώ παρέχουσαι, άπο- κλαομένω καϊ έπ' αύταΐς δι ύπερβολήν άγαθότητος. αλλά γάρ τήρει τίνα τρόπον ταύτα πάντα λέλεκται, ως έκ προσώπου αύτού έν μήτρα κυοφορηθέντος, και από γαστρός μητρός γεγεννημένου, όν έφάσκομεν είναι τον άμνόν τού θεού.

τούτω γάρ καὶ συμ- βαίνει τά περϊ τό πάθος, ω§ και τά τής ένσάρκον γενέσεως ήρμοξε. τό γούν γεννηθϊν καϊ άποθνήσκει' τό δὲ θνήσκον ούκ άλλως θανάτου τυγχάνει ή πρό- τερον όδεύσαν διά γενέσεως.

ταύτ ουν διέξεισιν ό σωτήρ καϊ κύριος ημών, ού καθ ο άσαρκος καϊ άσώματος υπάρχει τήν φύσιν, ούδε καθ' ο θεού λό- γος καϊ θεός έπινοεΐται, άλλά καθ' ο οίος τε ην έν τῇ προς τον πατέρα ευχή λέγειν "ότι ού ει 6 έκσπά- σας με έκ γαστρός, η έλπίς μου άπο μαστών της μη- τρός μου. έπϊ σε έπερρίφην έκ μήτρας, από γαστρός μητρός μου θεός μου εί σύ."

ούτος δή ουν προς τω πάθει γεγονώς εύχεται τά προκείμενα προς τον πατέρα, και τοσούτων, φησϊ, μελλόντων με περι- στησεσθαι αντικειμένων ένεργειών, καϊ δαιμόνων ακαθάρτων, καϊ πνευματικών πονηρίας, καϊ έπϊ πάσι τον πάντων χειρίστου αυτού δή τού άρχοντος τού αιώνος τούτου, ους τής κακίας ένεκεν θήρας πονη- ρούς όνομάξειν άξιον, και ήτοι ταύρονς αγρίους, η μόσχους, η λέοντας, η κύνας, μέλλων τ ε προς άπαντας

v.3.p.677
ἵστασθαι, καὶ μηδὲν ἀγαθὸν εἰς αὐτοὺς ἐνεργεῖν, τῷ μηδὲν παραδέχεσθαι αὐτοὺς τῶν ἐμῶν ἀγαθῶν δι’ ἄκραν κακίας ἕξιν, ἀλλὰ μηδὲ βοηθοῦ μηδὲ συνεργοῦ τυγχάνων τινὸς τῶν προειρημένων εἰς τὸν ὑπὲρ τῶν ἐν Ἀίδου ψυχῶν ἆθλον, πῶς οὐκ ἂν εὐλόγως εἴποιμ’ ἂν καὶ ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν; τὸ μὲν οὖν τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις μὴ συνεργεῖν αὐτῷ μηδὲ βοηθεῖν ἐπ’ ἀγαθὸν αὐτῷ κομιζομένῳ οὐδὲν ἦν θαυμαστόν· τὸ δὲ πάντων μέγιστον τῆς θλίψεως τῆς μάλιστα πιεζούσης αὐτὸν τοῦτ’ ἦν ἄρα, τὸ μηδένα μηδὲ τῶν αἰσίων καὶ δεξιῶν ἀγγέλων, μηδὲ μὴν τῶν θείων δυνάμεων, τολμᾶν ἐπιβαίνειν τοῖς τοῦ θανάτου βασιλείοις, μηδὲ συνεργεῖν ἐπὶ βοηθείᾳ τῶν αὐτόθι ψυχῶν.

μόνῳ γὰρ αὐτῷ τοῦτ’ ἀτρεμὲς ἦν, ἐπεὶ καὶ μόνῳ ἠνεῴχθησαν πύλαι θανάτου, καὶ μόνον αὐτὸν πυλωροὶ Ἃιδου ἰδόντες ἔπτηξαν, αὐτός τε ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, ὑπεκστὰς τῶν βασιλείων θρόνων, ἅτε μόνον αὐτὸν ἐπιγνοὺς ἑαυτοῦ κύριον, ἐλάλησεν αὐτῷ δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς, κατὰ τὰ δηλούμενα ἐν τῷ Ἰὼβ περὶ τούτων.

πλὴν ἀλλὰ τὴν ἀσεβῆ τοῦ τυράννου καταδυναστείαν τοσοῦτον ὁρῶν ἰσχύουσαν, ὡς μηδένα ἄλλον τολμᾶν τῶν κατ’ οὐρανὸν ἐν τοῖς αὐτόθι χωρίοις συμπαρεῖναι αὐτῷ καὶ τῇ τῶν αὐτόθι ψυχῶν συνεργεῖν σωτηρίᾳ, εἰκότως φησὶν ‘‘ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν,” ἑνὸς μόνου τοῦ κἀκεῖσε βοηθεῖν αὐτῷ δυναμένου καταλελοιπότος αὐτὸν, ὡς ἂν εἰς πάντας ἀνακηρυχθείη τὸ λαμπρὸν καὶ ἐξαίρετον τῆς ἰδίας αὐτοῦ προαιρέσεως τῆς τε κατὰ πάντων νίκης.

καὶ ἐπειδήπερ ὁ μόνος αὐτῷ βοηθεῖν θυνάμενος οὐκ ἦν αὐτῷ τότε βοηθὸς, εἰκότως ἀρχόμενος ἔλεγε τὸ “ἠλεὶ λαμὰ σαβαχθανὶ, τοῦτ’ ἔστι

v.3.p.678
θεέ μου θεέ μου, ἶνατί ἐγκατέλιπές με ; συλλαμ νομένῳ μὲν οὖν καὶ κυοφορουμένῳ ὑπὸ τῆς ἁγίας παρθένου τῷ δηλουμένῳ ἡ πατρικὴ δύναμις συνῆν, ὅτε πνεῦμα ἅγιον ἐπῆλθε τῇ παρθένῳ, καὶ δύναμις ὑψίστου ἐπεσκίασεν αὐτῇ, αὐτός τε ὁ πατὴρ τὸν γεν- νώμενον, ὡς ὁ λόγος παρέστησεν ^ ἀπὸ τῆς γαστρὸς ἐξέσπασεν· ἀποδυομένου δὲ παρὰ τὸν καιρὸν τοῦ πάθους πρὸς τὴν κατὰ τοῦ θανάτου πάλην, οὐκέτι » βοηθὸς αὐτῷ παρῆν.

τοῦτο γοῦν αὐτῷ μαρτυ- ροῦντι πιστεύω τὸ γὰρ ἤλει ἤλει λαμὰ σαβα- χθανί ’ εἰρημένον αὐτῷ ἐπὶ τοῦ σταυροῦ, καὶ ὑπὸ τοῦ η·rαλμοῦ προφητικῶς ἀναπεφωνημένον, καὶ‘‘ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν,” τί ἕτερον ἐδήλου ἢ ὅτι ὡς μέγας ἀθλητὴς τοῖς τοσούτοις ἀντι- πάλοις προβεβλημένος ἦν, ἀγωνοθετοῦντος καὶ βρα- βεύοντος τοῖς γινομένοις τοῦ ἐπὶ πᾶσι θεοῦ; ἔφορον δ’ οὖν τῶν πραττομένων παρεκάλει τὸν πατέρα καὶ πάρεδρον, ὡς ἂν δεξιὸν ἀλείπτην, αὑτῷ συμπαρεῖναι, ταύτῃ μάλιστα ὅτε μηδ’ ὑπῆρχεν αὐτό βοηθὸς ἕτερος ἢ μόνος εἶς ὁ βραβευτὴς τῶν γινομένων.

διό φησιν εὐχόμενος μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. ’ ὁρῶν δὲ ἐνθέοις ὄμμασιν ἔτι ἐπὶ τοῦ ἰκρίου προσηρτημένου αὐτῷ τοῦ σώματος τὰς ἔξωθεν ἀμφὶ τὸν ἀέρα τοῦτον ἀσάρκους καὶ ἀνθρώποις ἀοράτους δυνάμεις δίκην οἰωνῶν ὠμο- βορῶν καὶ τρόπον θηρίων περὶ αὑτὸν ἰλυσπωμένας, καὶ πρὸς τὸ μέλλον ὅσον οὔπω νεκρὸν ἔσεσθαι αὐτοῦ τὸ σῶμα, πανταχόθεν τε συρρεούσας τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦν- τος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ἔτι τοὺς ἀμφὶ τὴν γῆν διιπταμένους καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης δαίμονας, εἰκὸς δ’ ὅτι καὶ τοὺς ὑποχθο-

v.3.p.679
νίους ἤδη καὶ τοὺς ἐν αὐτῷ ταρτάρῳ θῆρας ἀγρίους καὶ φοβεροὺς, περὶ ὧν Ἡσαΐας πρὸς τὸν ἐκπεπτωκότα τοῦ οὐρανοῦ ἑωσφόρον ἀποτερνόμενος ἒλεγεν “ὁ Ἃιδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἶ γίγανερς,” ταῦτα δὴ οὖν ἅπαντα συνορῶν ἔξωθεν τὸ ἀνεσκολοπισμένον σῶμα κυκλοῦντα καὶ παρασκευαζόμενα κατ’ αὐτοῦ, τὸ σύστημα αὐτῶν διαγράφει φάσκων περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.”

ψυχὴν γὰρ, ὡς εἰκὸς, ἀνθρωπείαν καὶ καὶ τῶν πολλῶν παραπλησίαν, πλέον δὲ οὐδὲν ἡγούμενοι εἶναι τὴν τὸ σῶμα Ἰησοῦ κατασκηνοῦσαν, ἤνοιξαν τὸ στόμα οἶ προειρημένοι, ὡς ὁμοίως ταῖς ἄλλαις τῶν ἀνθρώπων ψυχαῖς καὶ αὐτὴν καταπιούμενοι. διό φησιν “ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὑτῶν ὡς λέων ὁ ἁρπάζων καὶ ὡρυόμενος·” όμενος·”

οἷς ἐξῆς ἐπιλέγει “ὡσεὶ ὕδωρ ἐξεχύθην.” ὅπερ αἰσθητῶς μὲν καὶ κατὰ τὴν ἱστορίαν εἴποι ἄν τις πεπληρῶσθαι, ὅτε εἷς τῶν στρατιωτῶν, κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην‘‘ “τοῦ ἀμνοῦ τοῦ θεοῦ λόγχη τὴν πλευρὰν ἔνυξε, καὶ ἐξῆλθεν εὐθὺς ὕδωρ καὶ αἷμα.”

πλὴν ἀλλὰ καὶ τὴν ὅλην τῆς πνευματικῆς φύσεως νέκρωσιν δηλοῦν ἔοικε δι’ ὧν φησιν “ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου.”

τί γὰρ ἂν ἄλλο ταῦτα πάντα σημαίνοι ἢ νεκροῦ σώματος σύστασιν; ἐπιφέρει γοῦν εὐθὺς λέγων “καὶ εἰς χοῦν θανάτου κατήγαγές με.” ταῦτα μὲν [*](3 Es. 14, 9. 20 Jo. 19, 34.)

v.3.p.680
οὔπω γενόμενα προβλέπων, ὡς ἐγγὺς δὲ καὶ πλησίον ἤδη ἑστῶτα καὶ περικυκλοῦντα αὐτὸν, ἔλεγεν.

αὖθις δὲ ἐπαναλαβὼν τὰ ἤδη προπεπραγμένα εἰς τὴν τῶν μελλόντων συμβήσεσθαι παραμυθίαν, οἷα ὑπέμεινεν ἐπιβουλευθεὶς διδάσκει λέγων ‘ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” διὰ τούτων, ὡς εἰκὸς, δηλῶν ὁμοῦ μὲν καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπαναστάντας αὐτῷ. οἶ μὲν γὰρ στρατιῶται τοῦ Πιλάτου παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ὅλην τὴν σπεῖραν ἐπ’ αὐτὸν, καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφα- λῆς αὐτοῦ, καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ γονυ- πετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες, χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.

καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι,” μονονουχὶ ἔργῳ πληροῦντες τὸ ‘‘ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” ἀλλὰ καὶ τὸ ‘ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξη- ρίθμησαν πάντα τὰ ὀστᾶ μου;’ καὶ ἔτι τὸ “αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με,” καὶ τὸ “διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἒβαλον κλῆρον” αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διεμερίσαντο ἑαυ- τοῖς.

ὁ γοῦν Ἰωάννης ἱστορεῖ λέγων‘ οἱ οὖν στρα- [*](5 Matth. 27, 27. 30 Jo. 19, 23.)

v.3.p.681
τιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος. τὸν χιτῶνα δὲ, ὅτι ἄρραφος ἦν, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου, εἷπον πρὸς ἀλλήλους, μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται, ἵνα πληρωθῇ ἡ γραφὴ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.” οἶ μὲν οὖν στρατιῶται ταῦτα ἐποίουν.