Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τούτοις ἑξῆς ἐπιλέγει “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.” ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος “ ὁ [*](11 lo. 10, 18.)

v.3.p.669
θεός μου ” φησὶ “βοήσω ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ ἔστι σιγή.” θαυμάζει δὴ οὖν ἐν τούτοις τὸν πατέρα ὡς μὴ εἰσακούοντα αὐτοῦ, παράζενόν ξένον τι τούτου καὶ παρὰ τὸ σύνηθες θεωρῶν· ὁ δὲ ἐφύλαττεν αὐτῷ τὴν ἀκοὴν εἰς τὸν ἐπιτήδειον τοῦ εἰσακουσθῆναι καιρόν.

οὗτος δὲ ἦν ὁ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς καὶ ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθ’ ὃν, εἰ καί τινι ἄλλῳ, καὶ αὐτῷ δικαίως ἂν ἐλέχθη “ ἐν καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.”

λέγοιτο δ’ ἂν ταῦτα καὶ ἑτέρως ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὡς εἰωθότος μὲν ἀεὶ καὶ πάντοτε εἰσακούεσθαι ὑπὸ τοῦ πατρὸς, νῦν δὲ πιστεύοντος εἰσακουσθήσεσθαι, ὡς εἰ σαφέστερον ἔλεγε, μὴ οἷόν τε ἐστὶν, ὦ πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν μὴ εἰσακούε- σθαι, βοῶντα καὶ κεκραγότα πρὸς σὲ τὸν ἐμαυτοῦ πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπὼν ‘ἄρατε τὸν λίθον ἀπὸ τοῦ μνημείου, ἐπῆρε τοὺς ὀφθαλμοὺς ἑαυτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου. ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις.”

εἰ τοίνυν πάντοτε αὐτοῦ ἀκούει, οὐκ ἀμφιβάλλων, ἀλλ’ ἀκριβῶς ἐπιστάμενος ὅτι καὶ νῦν αὐτοῦ εἰσακούσεται, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἰσακούεσθαι αὐτὸν, ἐρωτηματικῶς φησιν ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ;’ ὑποστιζόντων ἡμῶν ἐν τῷ “ οὐκ εἰσακούσῃ” καὶ τὸ ἐναντίον ὑπονοούντων τῷ πύσματι.

τοῦτο γοῦν διδάσκει μικρὸν ὕστερον, προιὼν ἐξῆς ἐν τῷ Ψαλμῷ, [*](9 2. Cor. 6, 2. 20 Jo. 11, 39.)

v.3.p.670
λέγων “ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.” πῶς οὖν ἀποφατικῶς λέγοι ἂν “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,” εἰ μὴ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν; ἣν οἶμαι καὶ αὐτὸν αἰνίττεσθαι, λέγοντα “ ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ ; καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.”

οὐ γὰρ εἰς ἄνοιαν, φησὶν, ἐμοὶ λέγεται τὸ εἰσακούσῃ· οἶδα γὰρ αὐτὸς ὅπως τοῦτό φημι, πεπεισμένος ὅτι πέφυκας οὐχ ὅτι γε ἐμοῦ μόνον ἀντιλαμβάνεσθαι καὶ εἰσακούειν, ἀλλὰ καὶ πάντων τῶν ἁγίων σου. ἀεὶ γὰρ καὶ διὰ παντὸς ἐν τοῖς ἁγίοις σου κατοικεῖς, καὶ σὺ εἶ ὁ παντὸς ἀνδρὸς θεοφιλοῦς, Ἰσραὴλ προσαγορευομένου, ἔπαινος.

διὰ σὲ γὰρ παντὶ τῷ σε περιέποντι οὐχ ὁ τυχὼν προσγίνεται ἔπαινος, καὶ ἐπὶ σοὶ οἶ πατέρες ἡμῶν ἤλπισαν, καὶ ἐλπίσαντες τῶν ἐπαναστάντων αὐτοῖς κακῶν ἐρρύσθησαν καὶ πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν. ἐπὶ σοί τε ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν.”

ἐπειδὴ οὖν πάντες οἱ ἅγιοι τούτων ἔτυχον παρὰ σοῦ, κεκράξαντές τε εἰσηκούσθσαν καὶ οὐ κατῃσχύνθησαν, πόσῳ δὴ πλέον ἐμοῦ τοῦ σοῦ ἀγαπητοῦ παιδὸς βοῶντος μᾶλλον ἁπάντων καὶ ἑτοιμότερον εἰσακούσῃ; εἰ δὲ καὶ ἀποθαυμαστικῶς φημι, κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; ἀλλ’ οὐκ εἰς ἄνοιαν ὁ λόγος μοι προφέρεται. οἶδα γοῦν ὅπως τὴν εὐχὴν προφέρω, μὴ ἐναβρυνόμενος μηδὲ ἐγκαυχώμενος, ἀλλ’ ὡς ταπεινοφρονῶν.

ἐπεὶ γὰρ πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ταπεινῶς καὶ τῇ ἐμαυτοῦ πραότητι οἰκείως περὶ ἐμαυτοῦ ταπεινὰ φθέγγομαι, , οὕτω δὴ καὶ σκώληκα ἐμαυτὸν ὀνομάζων. τί γὰρ ἂν γένοιτο σκώληκος ταπεινότερον; ὅθεν οὐδ’

v.3.p.671
ἄνθρωπον ἐμαυτὸν εἴποιμ’ ἂν, εἰς τοσαύτην ταπείνωσιν ἐκ τοῦ οἰκείου μεγέθους κατελθὼν ὥστε καὶ σκώληκος μηδὲν δοκεῖν διαφέρειν, διὰ τὸ καὶ μέχρι θανάτου καὶ τῆς τοῦ σώματος φθάσαι φθορᾶς. πόθεν γὰρ ἄλλοθεν γεννηθείη ἂν σκώληξ ἢ ἀπὸ σωμάτων φθορὰς 5 εἰς ἣν καὶ αὐτὸς κατελθὼν εἰκότως ἐμαυτὸν σκώληκα καὶ οὐκ ἄνθρωπον γινώσκω.

διὸ καὶ γέγονα ὄνειδος ἀνθρώπων, καὶ ἐξουδένημα λαοῦ, οὐκ ἂν γενόμενος οὔτε ὄνειδος ἀνθρώπων οὔτε ἐξουδένημα, εἰ μὴ μέχρι σκώληκος ἐφθάκειν παρὰ τὸν τοῦ πάθους καιρόν. τηνικαῦτα γοῦν θεωροῦντές με ἐπὶ τοῦ σταυροῦ ἀνηρτημένον‘‘ ἐξεμυκτήρισαν, καὶ ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησάν τε κεφαλὴν λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν.’

ταῦτα μὲν οὖν ἅπαντα διὰ τοῦ Ψαλμοῦ σαφῶς περὶ τῶν μελλόντων γενήσεσθαι μακροῖς κροῖς ποθ’ ὕστερον χρόνοις ἐθεσπίζετο, τέλους δὲ ἐτύγχανεν, ὁπότε, κατὰ τὸν Ματθαῖον, σταυρωθέντων σὺν αὐτῷ δύο λῃστῶν, ἑνὸς ἐκ δεξιῶν καὶ ἑνὸς ἐξ εὐωνύμων τοῦ σωτῆρος, “ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὑτῶν, καὶ λέγοντες, οὐαὶ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτὸν, εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοὐ σταυροῦ.

ὁμοίως δὲ καὶ οἶ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. εἰ πέποιθεν ἐπὶ τὸν θεὸν, ῥυσάσθω νῦν αὐτὸν, εἰ θέλει αὐτόν. εἶπε γὰρ ὅτι υἱὸς θεοῦ εἰμί. ” κατὰ δὲ [*](20 Matth. 27, 39.)

v.3.p.672
τον Λονκάν είστήκει ό λαός θεωρών, καϊ έξεμνκτή- ριζον αυτόν οί άρχοντες Ουν αύτοΐς λέγοντες, άλλους έσωσε, οωοάτω εαυτόν, εί ουτός έστιν ό Χριστός ό νιος τον θεού ο εχλεχτός.”

κατά τον Μάρχον καϊ οί παράγοντες έβλαόφημονν αύτόν, κινούντες τάς χεφαλάς αύτών χαϊ λέγοντες, ούαϊ 6 καταλύω ν τον ναόν, καϊ έν τρισϊν ήμέραις οικοδομών αύτόν, σώσον σεαυτόν, καϊκατάβηθιάπότού σταυρού, ομοίως καϊ οί αρχιερείς έμπαίζοντες είς αλλήλους μετά τών γραμματέων έλεγον, άλλους έσωσε ν, εαυτόν ού δύ- ναται σώσαι. ό Χριστός ό βασιλεύς τού 'Ισραήλ κατα- βάτω νύν άπο τού Οτανρού, ίνα ΐδωμεν καϊ πιΟτεύ- σωμεν αύτώ"

ταύτα γάρ τί αν διαφέροι τών έν τω Ψαλμώ προαναπεφωνημένων έν τω " έγώ δέ είμι σκώληξ, χαϊ ούκ άνθρωπος, όνειδος άνθρώπων καὶ έξουδένημα λαού. πάντες οί θεωρούντές με έξεμυ- κτηρισάν με, έλάλησαν έν χείλεσιν, έκίνησαν κεφα- λήν, ηλπισεν έπι κύριον, ρυσάσθω αύτόν, σωσάτω αύτόν, ότι θέλει αύτόν.”

καϊ μή θαυμάσης εί ταύτα κατά τό πάθος τού σωτήρος ημών εΐρητό τε καϊ πεπλήρωτο, οπότε εισέτι δεύρο παρά πάοιν άν- θρώποις τοΐς μηδέπω τήν είς αύτόν πίστιν άνειλη- φοσιν ὄνείδος ανθρωπων νενομιΟται. τί γάρ άν αΐσχιον καϊ παντός όνείδονς χείρον τού σταυρωθή- ναι; άλλά καϊ έξονδένημα λαού έστι τού έκ περιτομής, παντός αύτών τού έθνους εισέτι νύν καϊ σήμερον χλενάζειν καϊ έξουδενεΐν και καταπτύειν είωθότος αύτού' όθεν καϊ είκότως ό άπόστολος "ημείς δΐ κη- ρύσσομεν Χριστόν έστανρωμένον, "Ιουδαίους μϊν Οκάν- δαλον, έθνεσι δ\ μωρίαν."

καϊ τά εξής δε είρη- [*](1 επο. 23, 36. 5 μλγο. 15, 29. 28 1. οογ. 1, 23.)

v.3.p.673
μένα ἐν τῷ Ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο. εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ θανάτου συμφορᾶς τὴν πρώτην αὑτοῦ εἰς σάρκα ἔνδεσιν καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει λέγων πρὸς τὸς “ ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἷ σύ.”

τούτων δὲ εἰκότως ἀναφέρει τὴν μνήμην εἰς παραμυθίαν τῆς τῶν παρόντων ἀπαλλαγῆς. ὥσπερ γὰρ, φησὶ, γέγονάς μου βοη- θὸς σῶμα ἀνθρώπειον ἀναλαβόντος, ὅτε καὶ ἐξ αὐτῆς τῆς κυοφορούσης με γαστρὸς σὺ αὐτὸς ὁ θεός μου καὶ πατήρ μου ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευα- σμένην ἐξ ἁγίου πνεύματος σάρκα ἐξέσπασας, τὴν ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων διαφθονουμένων τῇ εἰς ἀνθρώπους παρόδῳ μου γένοιτο · ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ πάλιν τὸ κατὰ γαστρὸς ἐπεσκίασας, ὡς ἂν λάθῃ τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου ἡ ἐξ ἁγίου πνεύματος τῆς ἁγίας παρθένου σύλληψις.

ὅπερ μέγα μυστήριον ὁ σὸς ἀρχάγγελος ἐξέφηνε Γαβριὴλ, τῇ Μαρίᾳ εἰπὼν “ πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.’ ὥσπερ οὖν ἡ σὴ τότε τοῦ ὑψίστου δύναμις συλλαμβανόμενον μὲν ἐπεσκίασε, τικτόμενον δὲ ἐξέσπασεν ἀπὸ γαστρὸς μητρός μου, οὕτω πολλή μοι τυγχάνει παραμυθία, ὅτι καὶ τοῦ [*](26 Luc. 1, 35.)

v.3.p.674
θανάτου με πολὺ μᾶλλον ἀνασπάσεις.

καὶ τοῦτο γε ἐλπίζων ἐπὶ σὲ πέποιθα τὸν ἐμαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα, καὶ πέποιθα οὐ νῦν πρῶτον ἀρξάμενος τῆς εἰς σὲ ἐλπίδος, ἀλλὰ καὶ ὅτε ἀπὸ μαστῶν μητρός μου τὴν νηπιώδη τροφὴν ἀναλαμβάνων ἐνομιζόμην ὁμοίως τοῖς τῶν ἀνθρώπων βρέφεσιν ἀτελὴς εἶναι καὶ ἄλογος· μὴ ὢν γὰρ τοιοῦτος, εἰ καὶ σῶμά μοι ὅμοιον ἀνθρώποις ἦν, ἀλλ’ οὐ καὶ τὴν δύναμιν οὐδὲ τὴν οὐσίαν τοῖς πολλοῖς ὢν ἐμφερὴς, ἄνετος δὲ καὶ ἀπόλυτος, οἶά σου τοῦ θεοῦ ἀμνὸς, καὶ ἐξ ἐκείνης τῆς ἡλικίας γαλουχούμενος, λέγω δὴ ἀπὸ μαστῶν τῆς μητρός μου.

καὶ οὔπω τοῦτο μέγα τις ἡγήσεται, εἰ μάθοι ὅτι καὶ ἔτι πρότερον‘ ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ.·· ἔτι γὰρ ἔνδον ἐν τῷ ταμείῳ τῆς κυοφορούσης με φερόμενος σὲ τὸν θεόν μου ἑώρων, ἄτε ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν, καὶ πάντων ἐλεύθερος δεσμῶν · οὕτως δὲ ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρὸς θεός μου ἦσθα, ὡς αἰσθέσθαι τῆς ἐμῆς δυνάμεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας παρθένου τὸν ἐμὸν πρόδρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλιζαβὲτ κυοφορούμενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλλιάσει καὶ πνεύματος ἁγίου πλησθῆναι.