Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ὀμνύει κύριος κατὰ ὑπερηφανίας Ἰακὼβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῇ καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς ἡ συντέλεια, τέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς.

καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον· καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα · καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαπο- στελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. καὶ σαλευθήσονται ὕδατα ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἴως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου, καὶ οὐ μὴ εὕρωσι.”

Τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ὕβριν καὶ ὑπερηφανίαν καὶ ἐπανάστασιν, ἣν ἐπανέστησαν αὐτῷ οἶ ἐκ περιτομῆς, θεσπίζουσα ἡ παροῦσα προφητεία, ὀμνύναι τὸν κύριόν φησι καθ’ ὑπερηφανίας Ἰακὼβ, ὡς οὐ μὴ γένοιτο λήθη τῶν κατ’ αὐτοῦ τετολμημένων [*](6 Amos. 8, 7.)

v.3.p.654
αὐτοῖς, καὶ ὅτι πένθους ἄξια πείσεται ἡ γῆ αὐτῶν Μετὰ καὶ τῶν οἰκητόρων, καὶ ὅτι οὐκέθ’ὡς τὸ πρὶν Εὶς βραχὺ παιδευθέντες αὖθις ἀποκατασταθήσονται, ἀλλ’εὶς συντέλειαν τὰ κατ’αὐτοὺς ἥξει. “ἀναβήσεται γοῦν” φηςὶν “ὡς ποταμὸς ἡ συντέλεια αὐτῶν,” τὴν ἐπελθοῦσαν αὐτοῖς οὐδ’ἄλλοτε ἤ κατὰ τὴν Ῥωμαίων βασιλείαν ὀργὴν, ποταμὸν ἀναβησόμενον ἐπ’ αὐτοὺς, ὡς ἐν ὕψει τὸ τρὶν ὄντας, αἰνιττόμενος.