Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτοῦ, καὶ τοῖς κέρασι τῶν θυσιαστηρίων ἡμῶν. ἡνίκα ἀναμνησθῶσιν οἶ υἱοὶ αὐτῶν τὰ θυσιαστήρια αὑτῶν, καὶ τὰ ἄλση αὑτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, ἰσχύν σου καὶ πάντας τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου ἐν ἁμαρτίᾳ ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφαιρεθήσῃ, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας ἧς ἔδωκά σοι, καὶ ἀναβιβῶ σε ἐν τοῖς ἐχθροῖς σου, ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως, ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται.”

Εἰ καὶ μὴ παρὰ τοῖς ὁ, ἀλλ’ οὖν γε ἐν τῷ Ἑβραικῷ ταῦτα εὑρόντες καὶ ἐν ταῖς τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεσιν, ἔτι μὴν μετὰ παραθέσεως ἀστερίσκων καὶ ἐν τοῖς ἀκριβέσι τῶν παρὰ τοῖς ἑβδομῇκοντα ἀντιγράφοις, ἀναγκαίως αὐτὰ παρεθέμεθα, ἅτε καὶ ὀνομαστὶ τὸν προδότην Ἰούδα δηλοῦντα, καὶ τὴν πεπραγμένην αὐτῷ ἁμαρτίαν ἀνεξάλειπτον εἶναι διδάσκοντα. τοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖ “ ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ.

εἴη δ’ ἂν καὶ ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος ἀναφερόμενα, οἷς ἑξῆς καὶ ἀκολούθως μετὰ τὴν ἀνεξάλειπτον αὐτῶν ἀσέβειαν τὸν μετελθόντα αὐτοὺς ἔσχατον ὄλεθρον ἀπειλεῖ, ἅπερ κατὰ λέξιν ἑρμηνεύ- ειν οὐ τοῦ παρόντος τυγχάνει καιροῦ. Ἀλλὰ γὰρ τοσούτων περὶ τοῦ προδώσειν μέλλον-

[*](2 Jer. 17, 1. Conf. supra p. 54 b.)
v.3.p.653

τος τὸν σωτῆρα καὶ κύριον ἡμῶν τῶν τε ἄλλως ἐπιβεβουλευκότων αὐτῷ προαναφωνηθέντων, καιρὸς ἰδεῖν καὶ τὰ ἀμφὶ τὸ πάθος αὐτοῦ μέλλοντα συμβήσεσθαι θεσπιζόμενα.

  • Ἀπὸ τοῦ Ἀμώς.