Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὔτε γὰρ τὸν Χριστοῦ νόμον τὸν τῆς καινῆς διαθήκης κατεδέξαντο, οὔτε τὰ Μώσεως παραγγέλματα δίχα παρανομίας οἶοί τ’ ἂν εἶεν φυλάσσειν· διὸ καὶ τῇ Μώσεως ὑποβέβληνται

v.3.p.56
κατάρᾳ, τῷ μηδὲ δυνατὸν αὐτοῖς εἶναι τὰ παρὰ Μωσεῖ νενομοθετημένα συντελεῖν, περιῃρημένης αὐτῶν τῆς μητροπόλεως, καὶ ἀποκεκλεισμένης τῆς μόνον αὐτόθι συγκεχωρημένης ἐπιτελεῖσθαι Μωσαϊκῆς θρησκείας.

ἡμεῖς δὲ τὸν ὑπὸ Μώσεως καὶ τῶν λοιπῶν προφητῶν κατηγγελμένον ἀποδεξάμενοι καὶ τούτῳ πείθεσθαι δι’ εὐχῆς ποιούμενοι πληρωταὶ ἂν εἴημεν τῆς Μώσεως παραγγελίας, δι’ ἧς ἔφησεν αὐτοῦ ἀκούσεσθε. πᾶσα δὲ ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς. ”

τίνα δὲ διετάξατο ὁ προφήτης, ὧν ἐπακούειν χρεὼν, μικρῷ πρόσθεν ἀκηκόαμεν τὰ πάνσοφα καὶ ἐντελῆ καὶ οὐράνια παραγγέλματα · ἃ δὴ οὐκ ἐν πλαξὶ λιθίναις Μωσεῖ παραπλησίως, οὐδέ γε μέλανι καὶ χάρταις ἠξίωσε παραθέσθαι, ψυχαῖς δὲ κεκαθαρμέναις καὶ νοερὰν οὐσίαν κεκτημέναις τῶν αὐτοῦ φοιτητῶν· ἐν αἷς ἐγγράψας τοὺς τῆς καινῆς διαθήκης νόμους ἔργοις ἀπεπλήρου τὴν φἠσασαν διὰ Ἱερεμίου προφητείαν διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν. ὅτι αὕτη ἡ διαθήκη ἢν δια- θήσομαι τῷ οἴκῳ Ἰσραὴλ, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν γράψω αὐτοὺς, καὶ ἕσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός. ”

‘ Αλλ’ ὁ μὲν ἐν πλαξὶν ἀψύχοις, ὁ δ’ ἐν διανοίαις ζώσαις τὰ τέλεια τῆς καινῆς διαθήκης παραγγέλματα ἐνέγραψεν · οἶ δέ γε αὐτοῦ μαθηταὶ τῷ τοῦ διδασκάλου νεύματι κατάλληλον ταῖς τῶν πολ- [*](9 Deut. 18, 15. 18. 19. Act. 3, 22. 23. 14 2. Cor. 3, 3. 19 Jer. 31 = 38. 31.)

v.3.p.57
λῶν ἀκοαῖς ποιούμενοι τὴν διδασκαλίαν, ὅσα μὲν ἅτε τὴν ἔξιν διαβεβηκόσι πρὸς τοῦ τελείου διδασκά- διδασκάλου παρήγγελτο, ταῦτα τοῖς οἔοις τε χωρεῖν παρεδί- παρεδίδου ὅσα δὲ τοῖς ἔτι τὰς ψυχὰς ἐμπαθέσι καὶ θερα- πείας δεομένοις ἐφαρμόζειν ὑπελάμβανον ταῦτα συγκατιόντες τῇ τῶν πλειόνων ἀσθενείᾳ, τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ δι’ ἀγράφων θεσμῶν φυλάττειν παρεδίδοσαν, ὥστε ἤδη καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ δύο βίων νενομοθετῆσθαι τρόπους· τὸν μὲν ὑπερ- φυὴ καὶ τῆς κοινῆς καὶ ἀνθρωπίνης πολιτείας ἐπέ- κεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐδὲ κτῆσιν, οὐδὲ περιουσίας ὕπαρξιν παραδεχόμενον, ὅλον δὲ δι’ ὅλου τῆς κοινῆς καὶ συνήθους ἁπάντων ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον, καὶ μόνῃ τῇ τοῦ θεοῦ θε- ραπείᾳ παρηλλαγμένον, καθ’ ὑπερβολὴν ἔρωτος οὐ- ρανίου.

οἶ τόνδε μετιόντες τὸν τρόπον τὸν θνη- τῶν βίον τεθνάναι δοκοῦντες, καὶ αὐτὸ μόνον τὸ σῶμα φέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανὸν μετενενηγμένοι, οἶά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντἱͅ(ς γἐ- γένους ἱερωμένοι τῷ ἐπὶ πάντων θεῷ, οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, οὐδ’ αὖ καπνῷ καὶ πυρὸς ἀποβρώσει καὶ σωμάτων φθοραῖς, δόγμασι δὲ ὀρθοῖς ἀληθοῦς εὐσεβείας, ψυχῆς τε δια- θέσει κεκαρθαμένης, καὶ προσέτι τοῖς κατ’ ἀρετὴν ἔργοις τε καὶ λόγοις ’ οἷς τὸ θεῖον ἐξιλεούμενοι τὴν ὑπὲρ σφῶν αὐτῶν καὶ τῶν σφίσιν ὁμογενῶν ἀποτε- λοῦσιν ἱερουργίαν.

τοιόσδε μὲν οἶν καθέστηκεν ὁ ἐντελὴς τῆς κατὰ τὸν Χριστιανισμὸν πολιτείας τρό- πος· ὁ δ’ ὑποβεβηκὼς ἀνθρωπινώτερος, οἷος καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκο- νομίας τε ἐπιμελεῖσθαι, τοῖς κατὰ τὸ δίκαιον στρa-

v.3.p.58
τευομένοις τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λόγων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν.

κκί τις τούτοις δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῳδὶ βίῳ παρέχων τὴν ὠφέλειαν, ὡς μηδένα ἀμοιρεῖν τῆς σω- τηρίου ἐπιφανείας, πᾶν δὲ γένος ἀνθρώπων, ’ Ελλήνων ὁμοῦ καὶ βαρβάρων, τῆς εὐαγγελικῆς ἀπολαύειν διδασκαλίας.

Τούτων ὧδε ἐχόντων ζητήσαι ἄν τις εἰκότως εἰ δὴ κατὰ τοὺς πάλαι καὶ πρὸ Μώσεως θεοφιλεῖς ἂνσρας τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν θεοσεβεῖν ὑποτίθεσθαι φαμὲν, μίαν τε ἡμῶν τε κἀ- κείνων εὐσέβειαν, καὶ θεοῦ γνῶσιν τὴν αὐτὴν, τί δῆτα οἱ μὲν περὶ γάμους καὶ παιδοποιίας πλείστην εἰσῆγον σπουδὴν, ἡμῖν δὲ τοῦτο παραμελεῖται τὸ μέρος.

καὶ πάλιν οἱ μὲν ταῖς διὰ ζῴων θυσίαις ἐξιλεούμενοι τὸν θεὸν ἀνεγράφησαν, ἡμῖν δὲ καὶ τοῦτο πράττειν, ὥς τι τῶν ἀνοσίων, ἀπηγόρευται. δύο γὰρ μόνα ταῦτα οὐ σμικρὸν ἔχοντα λόγον δόξειεν ἂν τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἀντιπίπτειν, ὡς μὴ κατὰ ταῦτα τὸν παλαιὸν σωζόντων τῆς εὐσεβείας τρόπον.

καὶ πρὸς ταῦτ’ οὖν τοιάνδε λύσιν ἐξ αὐτῶν πάρεστιν ἀναλέξασθαι τῶν παρ’ Ἑβραίοις λογίων. οἶ μὲν πρὸ Μώσεως ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι, ἀρχὴν ἔχοντος τότε καὶ συνισταμένου τοῦ βίου, γενέσθαι μνημο- νεύονται, τὰ δὲ καθ’ ἡμᾶς περὶ τέλος ἐλαύνειν.

διὸ τοῖς μὲν σπουδάζεσθαι τὴν τῶν διαδόχων ἐπίδοσιν εἰς πολυανθρωπίαν, αὔξοντος κατ’ ἐκεῖνο καιροῦ καὶ πληθύοντος εἰς ἀκμήν τε προϊόντος τοῦ τῶν ἀνθρώπων γένους ’ ἡμῖν δὲ μὴ σφόδρα τι τοῦτο

v.3.p.59
μέλειν, ὡς ἂν ἤδη τῶν πραγμάτων φθινόντων καὶ ἀποληγόντων ἐπὶ πέρας τε ἔσχατον ἐλαυνόντων, διαρρήδην πρὸ τῆς τοῦ βίου συντελείας τῆς εὐαγγελικῆς λικῆς διδασκαλίας ἐπὶ θύραις ἐλαύνειν λεγομένης, ἀνανεώσεως τε καὶ παλιγγενεσίας αἰῶνος ἑτέρου ὅσον οὔπω μέλλοντος ἐπιστήσεσθαι προκηρυττομένης.

μία μὲν οὖν ἀπόδοσις αὕτη· δευτέρα δ’ ἂν εἴη τοιαύτη. τοῖς μὲν παλαιοῖς ἀνειμένον καὶ ἐλεύθερον μετιοῦσι βίον οὐδὲν ἦν ἐμποδὼν οἴκου καὶ παίδων προί·στασθαι μετὰ τῆς περὶ τὸ θεῖον σχολῆς αὐταῖς γαμεταῖς καὶ παισὶ καὶ οἴκοις θεοσεβεῖν ἀπερισπάστως δυναμένοις, καὶ μηδαμῶς ὑπὸ τῶν ἐκτὸς τῆς περὶ τὰ κρείττω προθέσεως ἀποσπωμένοις · τὰ δὲ καθ’ ἡμᾶς μυρία τὰ ἐκτὸς καθέλκοντα, καὶ εἰς ἀλλοκότους φροντίδας περισύροντα, τῆς τε περὶ τὰ θεῷ ἀρεστὰ σπουδῆς ἀφιστάντα τυγχάνει.

τοῦτο γοῦν αἴτιον εἶναι τῆς τῶν γάμων συστολῆς παρίστησιν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας λόγος, φάσκων τοῦτο δέ φημι, ἀδελφοὶ, ὁ καιρὸς συνεσταλμένος. τὸ λοιπόν ἐστιν 5 ἔνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι. παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου ’ θέλω δὲ ὑμὰς ἀμερίμνους εἶναι· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικὶ, καὶ μεμέρισται.

καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἔνα ἀρέσῃ τῷ κυρίῳ, ἔνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ [*](19 1 Cor. 7, 29.)

v.3.p.60
τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῶ ἀνδρί. τοῦτο δὲ πρὸς τὸ ὑμῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπαστως.”

Διαρρήδην γοῦν ἐν τούτοις τὸ αἴτιον τῆς ἀποχῆς τοῦ γάμου παρίστησιν, τὴν τῶν καιρῶν καὶ τῶν ἐκτὸς πραγμάτων ἀβελτερίαν ἐπιμεμψάμενος, ὧν οὐδὲν τοῖς παλαιοῖς προσέπιπτεν. καὶ τρίτος δ’ ἂν εἴη παρὰ ταῦτα λόγος, καθ’ ὃν οἶ πάλαι θεοφιλεῖς παιδοποιίας πλείστην ἐποιοῦντο σπουδήν.

τῶν λοιπῶν ἀνθρώπων εἰς κακοτροπίαν ἐπιδόντων, εἰς ἀνήμερόν τε καὶ ἀπάνθρωπον καὶ θηριώδη βίον ἀποπεπτωκότων, εἴς τε ἀσεβῆ παντελῶς καὶ ἄθεον τρόπον ἀπωλισθηκότων, βραχεῖς σφόδρα καὶ ἀριθμῷ ληπτοὶ περιλειπόμενοι κατὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα μένα τοῦ τῶν πολλῶν ὑπεξίσταντο βίου, καὶ τῆς κοινῆς τῶν λοιπῶν ἀνθρώπων συναναστροφῆς.

κεχωρισμένως δ’ οὖν τῶν ἄλλων ἐθνῶν καὶ κατὰ μόνας βιοῦντες πολιτείαν ξένην καὶ βίον φιλόσοφον καὶ ὡς ἀληθῶς θεοσεβῆ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀνεπίμμικτον συνίσταντο.

οὖν καὶ τοῖς μετέπειτα τῆς οἰκείας θεοφοβίας ζώπυρον ἐξ αὐτῶν σπέρμα φυλάττοιτο, μηδ’ ἐκλίποι καὶ ἀπόλοιτο ἅμα τῇ τῶν ἀνδρῶν τελευτῇ τὰ τῆς κατ’ αὐτοὺς εὐσεβείας, εἰκότως παιδοποιίας καὶ παιδοτροφίας πρόνοιαν εἰσῆγον, ὡς ἂν διδάσκαλοι καὶ καθηγηταὶ γένοιντο τῶν ἰδίων παίδων, διαδόχους εὐσεβείας καὶ τῆς οἰκείας ἀρετῆς κληρονόμους τοῖς μετέπειτα καταλιπεῖν σπουδαῖον εἶναι ἡγούμενοι.

ἔνθεν μυρίοι προφῆται καὶ δίκαιοι ἄνδρες αὐτός θ’ ὁ σωτὴρ καὶ κύριος ἡμῶν, οἵ τε τούτου μαθηταὶ καὶ ἀπόστολοι ἐκ τῆς αὐτῶν διδαχῆς ἀναπεφήνασιν.

εἰ δέ τινες καὶ φαῦλοι προῆλθον

v.3.p.61
ἐξ αὐτῶν, ὡς ἅμα σίτῳ καλάμης ὑποφυείσης, ἀλλ’ οὔπω τοὺς σπείραντας αἰτιατέον, οὐδὲ τοὺς ἀναθρεψαμένους· ἐπεὶ καὶ τῶν τοῦ σωτῆρος μαθητῶν ἴσμεν τινὰς ἐξ αὐτεξουσίου παρατροπῆς ἀποσφαλέντας.