Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Νυνὶ δὲ πάντα κατὰ τὸν Μώσεως νόμον πεπολιτευμένος τοῖς ἀποστόλοις αὐτοῦ κέχρηται διακόνοις τῆς καινῆς αὐτοῦ νομοθεσίας, ὁμοῦ μὲν καὶ τὰ Μώσεως οὐκ ἀλλότρια οὐδ’ ἐχθρὰ τῆς οἰκείας θεοσεβείας ἡγεῖσθαι δεῖν διδάξας, ὁμοῦ δὲ καὶ αὐθέντης καὶ εἰσηγητὴς νέας καὶ σωτηρίου πᾶσιν ἀνθρώποις καταστὰς νομοθεσίας, ὡς μηδαμῶς εἰς τὰ Μωσεῖ δοκοῦντα παρανομῆσαι αὐτὸν, τέλος δ’ ἐκείνοις ἐπιθεῖναι πρότερον, καὶ πληρωτὴν αὐτῶν γενέσθαι, καὶ οὕτως περὶ τὴν αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρεληλυθέναι. καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον “ οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, , ἀλλὰ πληρῶσαι.”

Εἰ μὲν γὰρ παραβάτης τοὐ Μώσεως νόμου κατέστη, κἂν εὐλόγως ἐνομίσθη λύειν αὐτὸν καὶ παρανομεῖν· φαῦλος δέ τις καὶ παράνομος πεφυκὼς οὐκ ἂν ἐπιστεύθη αὐτὸς εἶναι ὁ Χριστός. λύων δὲ τὰ Μώσεως πῶς ἂν ἐνομίσθη αὐτὸς ὑπάρχειν ὁ ὑπὸ Μώσεως καὶ τῶν προφητῶν κατηγγελμένος ; πῶς δ’ ἂν ἔσχεν τὸ ἀξιόπιστον καινῆς νομοθεσίας; ἔδοξε γὰρ ἂν εἰκότως τῆς παρανομίας χάριν ἐπὶ τὴν καινοτομίαν ἐληλυθέναι, φεύγων τὴν ἐπὶ ταῖς παρανομίαις τιμωρίαν.

νῦν δὲ μηδὲν μηδαμῶς τῶν ἐν τῷ νόμῳ λύσας, πληρωτὴς δ’ αὐτῶν γενόμενος, καὶ τέλειος, ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσι δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ παναγάθου τῶν ὅλων θεοῦ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,) τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν [*](12 Matth. 5, 17. 29 1. Tim, 2, 4.)

v.3.p.52
ἐνομοθέτησεν ’ οὐκ ἂν φθονήσας καὶ τὰ Μώσεως διὰ τῶν ἀποστόλων αὐτοῦ πᾶσιν ἀνθρώποις καταγγεῖλαι, εἰ μὴ τὸ ἀδύνατον ἐμποδὼν ἦν, ὡς διδάσκει λέγων ὁ ἀπόστολος “ τὸ γὰρ ἀδύνατον τοὐ νόμου, ἐν ᾧ ἠσθένει, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ τὰ ἐξῆς ’

ἀδύνατον δὲ πᾶσι δή που τοῖς ἔθνεσιν ὑπάρχειν τρὶς τοῦ ἔτους ἀπαν- τᾶν εἰς Ἱεροσόλυμα κατὰ τὸν Μώσεως νόμον, καὶ ἀπὸ τῶν περάτων τῆς οἰκουμένης τὴν ἀπὸ λέχους γυναῖκα σπεύδειν, αὐτόθι τὰ καθάρσια ἀποθησομένην, καὶ ἄλλα μυρία, ἃ καὶ ἑαυτῷ τις ἐπὶ σχολῆς ἀναλέξαιτο ἂν.

ἐπειδὴ τοίνυν ταῦτα οὐδὲ βουλομένοις δυνατὰ ἦν τοῖς ἀπῳκισμένοις τῆς Ἰουδαίας ἔθνεσι φυλάττειν, εἰκότως μηδὲν τούτων δι’ ἑαυτοῦ λύσας ὁ σωτὴρ καὶ κύριος ἡμῶν, πληρωτὴς δὲ γενόμενος τῶν ἐν τῷ νόμῳ, καὶ πίστιν παρασχὼν τοῖς ὁρῶσιν, ὡς ἄρα αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, ὁ πρὸς τῶν παρὰ Ἰουδαίοις πάλαι γενομένων προφητῶν μεμαρτυρημένος, μετὰ ταῦτα πᾶσι τοῖς ἔθνεσι τὰ ἁρμόδια διὰ τῶν οἰκείων μαθητῶν προβέβληπαραγγέλματα τᾶι.

ἔνθεν καὶ ἡμεῖς τὸ μὲν ἰουδαΐζειν παρῃτήμεθα, ὡς ἡμῖν μὴ νενομοθετημένον μηδὲ ἐφαρμόζειν τοῖς ἔθνεσι δυνάμενον, τὰς δὲ παρὰ Ἰουδαίοις προφητείας ἄσμενοι κατεδεξάμεθα, ὡς ἂν τὰς περὶ ἡμῶν περιεχούσας προρρήσεις. ὁ δέ γε σωτὴρ καὶ διδασκαλος ἡμῶν καὶ ἄλλως πληρωτὴς ὑπάρχει τοῦ Μωσέως νόμου καὶ τῶν μετ’ αὐτὸν προφητῶν.

ἐπειδὴ γὰρ τοῖς τεθεσπισμένοις τὰ τῶν συμπερασμάτων ἔ ἒλιπεν τά τε τῶν λόγων ἀποτελέσματα, χρῆν δή που καὶ τούτων αὐτῶν πληρωτὴν αὐτὸν γενέσθαι. οἷον . ὡς [*](4 Rom. 8, 3.)

v.3.p.53
ἐπὶ παραδείγματος, ἡ μὲν παρὰ Μωσεῖ φησι προφη- τεία “ προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ ὑμῖν ὁ προφήτης ἐκεῖνος.”

Τοῦτο δὴ τὸ λεῖπον ἀπεπλήρου δεύτερος μετὰ Μωσέα νομοθέτης ἀναφανεὶς ἀνθρώπων τῆς ἀληθοῦς εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ. τὸ γὰρ μὴ ἁπλῶς φάσκειν Μωσέα προφήτην ἀναστήσεσθαι, ἀλλὰ μετὰ προσθήκης τῆς ὡς αὐτὸν “ προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησὶν, κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε, ” τί ἕτερον ἐδήλου ἢ ὅτι αὐτῷ Μωσεῖ παρισωμένος τις ἔμελλεν ὁ θεσπιζόμενος;

Μώσης δὲ νομοθέτης εὐσεβείας ἦν τοῦ ἐπὶ πάντων θεοῦ. οὐκοῦν καὶ τὸν προφητευόμενον, ὁσπερ ἔμελλεν ὅμοιος γενήσεσθαι Μωσεῖ, νομοθέτην ἐκείνῳ παραπλήσιον φῆναι εἰκὸς ἦν.

μυρίων γοῦν μετὰ ταῦτα προφη- τῶν μετὰ Μωσέα γεγονότων, οὐδεὶς ὅμοιος Μωσεῖ μεμαρτύρηται ’ πάντες γὰρ εἰς ἐκεῖνον ἀνέπεμπον τοὺς ἀκροωμένους. μαρτυρεῖ δ’ οὖν ἡ γραφὴ ὅτι οὐκ ἐγήγερται προφήτης ὅμοιος Μωσέως ’ οὔτε οὖν Ιερεμίας οὔτε Ἠσαίας οὔτε τις ἕτερος τόν προφητῶν ὅμοιος αὐτῷ ἂν εἴη, ἐπειδὴ μηδὲ εἷς τούτων νομο- θέτης ἀναδέδεικται.

προσδοκωμένου τοίνυν τοῦ κατὰ Μωσέα μέλλοντος ἀναστήσεσθαι προφήτου τε καὶ νομοθέτου παρῆν οὗτος Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, νομοθετῶν πάσι τοῖς ἔθνεσι καὶ τὰ ὑπὲρ νόμον δ’ διαπραττόμενος. ἕνος.

τὸ γὰρ “ ἐλέχθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ἐπιθυμεῖν. καὶ τὸ “ ἐλέχθη τοῖς ἀρχαίοις οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι.” καὶ τὸ μηκέτι ἐν [*](2 Deut. 18, 15 et Act. 7, 37, 27 Matth. 5, 27.)

v.3.p.54
‘Ιεροσολύμοις, ἀλλ’ ἐν παντὶ τόπῳ προσκυνεῖν.” καὶ τὸ “ μὴ λιβανωτῷ καὶ θυςίαις, ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ θρησκεύειν·” καὶ ὅσα τοιαῦτα ἐν τῇ αὐτοῦ φέρεται διδασκαλίᾳ, πανςόφου ἦν ἄντικρυς καὶ τελειοτάτου νομοθέτου.

διὸ καὶ οἱ ἀκροώμενοι ἐξεπλήττοντο, φηςὶν ἡ θεία γραφὴ, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουςίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖςαὐτῶν καὶ οἱ Φαρισαὶοι. καὶ τοῦτο τοίνυν τὸ λεῖπον τῇ Μωςέως προφητείᾳ λόγιον ἀπεπλήρου, ὡσαύτως δὲ καὶ τὰ λοιπὰ τὼν προφητειῶν τῶν περὶ αὐτοῦ καῖ περὶ τῆς τῶς ἐθνῶν κλήσεως θεσπέσματα.

γέγονε τοίνυν πληρωτὴς τοῦ νόμου καὶ τῶν προφητῶν, τὰς περὶ ἑαυτοῦ στήσας τὸν πρότερον νόμον, ἀρχηγὸς δὲ ἀναφανεὶς δευτέρου τοῦ τοῖς πᾶσιν ἐθνεσι κατηγγελμένου τῆς καινῆς διαθήκης νόμου, ὡς ὁμοῦ νόμου καὶ ἁρχῆς αἴτιον καταστῆναι τῶν δυεῖν ὑποθέσεων, Ἰουδαϊσμοῦ λέγω καὶ Χριστιανισμοῦ. ὅ καὶ αὐτὸ θαυμάξειν ἄξιον, τὴν θειαν πρόρρησιν ὦδέ πως ἀναφωνοῦσαν “ ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.

Τίς δ’ ἄν εἴη ἀκρογωνιαῖοις ἤ οὖτος ὁ ζῶν καὶ πολυτίμτος λίθος μίαν ἐκ δυεῖν οἰκοδομῶν ὑποστηςάμενος διὰ τῆς αὐτοῦ διδασκαλίας; τὴν γὰρ Μωςέως μέχρις αὐτοῦ παραταθεῖσαν στήσας, ἐκ θατέρου μέρους τὴν ἡμετέραν ἐπισυνῆψεν τὴν κατὰ τὸ εὐαγγέλιον οἰκοδομήν.

ὅθεν εἰκότως ἀκρογωνιαῖος ὠνόμασται. καὶ ἐν ψαλμοῖς δὲ εἴρηται “ λίθον ὅν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὖτος ἐγενήθη [*](20 Es. 28, 16. 29 Ps. 118, 22.)

v.3.p.55
εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.”

Ἒνθσ σαφῶς τὸ λόγιον καὶ τὴν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλὴν, ἣν πέπονθεν ὁ θεσπιζόμενος, διεσάφησεν, ἀποδοκιμασθῆναι μὲν αὐτὸν πρὸς τῶν τὸν παλαιὸν τοῖχον οἰκοδομούντων, γραμματέων τινῶν καὶ Φαρισαίων ἀρχιερέων τε καὶ πάντων τῶν παρὰ Ἰουδαίοις ἀρχόντων, φῆναν· πλὴν ἀλλὰ μετὰ τὴν ἐξ ἐκείνων ἀτιμίαν καὶ ἀποβολὴν θεσπίσαν αὐτὸν γενήσεσθαι εἰς κεφαλὴν γωνίας, ἀρχηγὸν κατα- στάντα τῆς καινῆς διαθήκης ἀκολούθως ταῖς ἀποδο- θείσαις θεωρίαις.

οὐκοῦν ἀποστάντες ἡμεῖς Ἑλληνισμοῦ οὐκ ἐπὶ Ἰουδαϊσμὸν καταπεπτώκαμεν οὐδὲ, ἀποδεχόμενοι τὸν Μώσεως νόμον καὶ τοὺς Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ Ἰουδαϊκῶς, ἀλλὰ κατὰ τὴν πρὸ Μώσεως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν.

κἀν τούτῳ γὰρ Μωσἐα καὶ τοὺς μετ’ αὐτὸν προφήτας ἀληθεύοντας ἀποδείκνυμεν, τὸν ὑπ’ αὐτῶν προκεκηρυγμένον Χριστὸν ἀποδεχόμενοι, καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ’ ἴχνος τετῆς αὐτοῦ διδασκαλίας βαίνειν δι’ εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες·

ὃς προειπὼν ὅτι προφήτην ἀναστήσει κύριος ὁ θεὸς ὅμοιον αὐτῷ ἐπιλέγει “ πάσα δὲ ψυχὴ ἥτις μὴ ἀκούσεται τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτίκα αὐτίκα Ἰουδαῖοι μὴ παραδεξάμενοι τὸν προφήτην, μηδ’ ἐπακούσαντες αὐτοῦ τοῖς ἁγίοις λόγοις, ἔσχατον ὑπέμειναν ὄλεθρον, ἀκόλουθα τῇ προρρήσει πεπονθότες.