Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

Κα. H. E. VII, 27] Ἀλλ᾿ ὁ μὲν οὐκ εἰς μακρὸν αὐτόχειρ ἑαυτοῦ γεγονὼς ὁ στρατοπεδάρχης δίκην τίννυσι τῆς κακοτροπίας. ἡμῶν δ’ αὖ φυγαὶ πάλιν ἀνεκινοῦντο καὶ διωγμοὶ χαλεποὶ, τῶν τε κατὰ πάσας ἐπαρχίας ἡγουμένων αὖθις δειναὶ καθ’ ἡμῶν ἐπαναστάσεις, ὡς καί τινας ἁλόντας τῶν περὶ τὸν θεῖον λόγον ἐπιφανῶν ἀπαραίτητον τὴν ἐπὶ θανάτῳ ψῆφον καταδέξασθαι, ὧν τρεῖς ἐν Ἐμίσῃ τῇ πόλει τῆς Φοινίκης, Χριστιανοὺς σφας ὁμολογήσαντες, θηρίων βορᾷ παραδίδονται· ἐπίσκοπος ἦν ἐν τούτοις Σιλβανὸς, τὴν ἡλικίαν ὑπέργηρως, ἐν ὅλοις ἔτεσι τεσσαράκοντα τὴν λειτουργίαν διηνυκώς.

κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Πέτρος τῶν κατ’ Ἀλεξάνδρειαν παροικιῶν προστὰς ἐπιφανέστατα, θεῖον ἐπισκόπων χρῆμα, βίου τε ἀρετῆς ἕνεκα καὶ τῆς τῶν ἱερῶν λόγων συνασκήσεως, ἐξ οὐδεμιᾶς ἀνάρπαστος γεγονὼς αἰτίας, μηδεμιᾶς προλαβούσης προσδοκίας, ἀθρόως οὕτω καὶ ἀλόγως, ὡσὰν Μαξιμίνου τὴν κεφαλὴν ἀποτέμνεται, σὺν αὐτῷ δὲ αἰ τῶν κατ’ Αἴγυπτον ἐπισκόπων ἄλλοι πλείους ταὐτὸν ὑπομένουσι·