Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. II. E. VII, 28] Πλασάμενοι δῆτα Πιλάτου καὶ τοῦ σωτῆρος ἡμῶν ὑπομνήματα, πάσης ἔμπλεα κατὰ τοῦ Χριστοῦ βλασφημίας, γνώμῃ τοῦ μείζονος ἐπὶ πᾶσαν διαπέμπονται τὴν ὑπ’ αὐτὸν ἀρχὴν, διὰ γραμμάτων παρακελευόμενοι, κατὰ πάντα τόπον, ἀγρούς τε καὶ πόλεις, ἐν ἐκφανεῖ ταῦτα τοῖς πᾶσιν ἐκθεῖναι, τοῖς τε παισὶ τοὺς γραμματοδιδασκάλους ἀντὶ μαθημάτων ταῦτα μελετᾶν καὶ διὰ μνήμης κατέχειν παραδιδόναι.

ὧν τοῦτον ἐπιτελουμένων τὸν τρόπον ἕτερος στρατοπεδάρχης, ὃν

v.4.p.424
δοῦκα Ῥωμαῖοι προσαγορεύουσιν, ἀνὰ τὴν Δαμασκὸν τῆς Φοινίκης ἐπίρρητά τινα γυναικάρια ἐξ ἀγορὰς ἀνάρπαστα ποιήσας, βασάνους αὐταῖς ἐπιθήσειν ἠπείλει, λέγειν ἐγγράφως ἐπαναγκάζων, ὡς δὴ εἴησάν ποτε χριστιαναὶ, συνειδεῖέν τε αὐτοῖς ἀθεμιτουργίας, ἐν αὐτοῖς τε τοῖς κυριακοῖς πράττειν αὐτοὺς τὰ ἀκόλαστα, καὶ ὅσα ἄλλα λέγειν αὐτὰς ἐπὶ διαβολῇ τοῦ δόγματος ἤθελεν· ὧν καὶ οὗτος ἐν ὑπομνήμασι τὰς φωνὰς ἐντεθείσας βασιλεῖ κοινοῦται. καὶ δὴ προστάξαντος εἰς πάντα τόπον καὶ πόλιν καὶ ταῦτα δημοσιοῦται τὰ γράμματα.