Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
ἱστορήσαμεν δὲ καὶ αὐτοὶ ἐπὶ τῶν τόπων γενόμενοι πλείους ἀθρόως κατὰ μίαν ἡμέραν τοὺς μὲν τῆς κεφαλῆς ἀποτομὴν ὑπομείναντας, τοὺς δὲ τὴν διὰ πυρὸς τιμωρίαν, ὡς ἀμβλύνεσθαι φονεύοντα τὸν σίδηρον, ἀτονοῦντά τε διαθλᾶσθαι, αὐτοὺς δὲ τοὺς ἀναιροῦντας ἀποκάμνοντας ἀμοιβαδὸν ἀλλήλους διαδέχεσθαι.
ὅτε καὶ θαυμασιωτάτην ὁρμὴν θείαν τε ὡς ἀληθῶς δύναμιν καὶ προθυμίαν τῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότων συνεωρῶμεν. ἅμα γοῦν τῇ κατὰ τῶν προτέρων ἀποφάσει ἐπεπήδων ἄλλοθεν ἄλλοι τῷ πρὸ τοῦ δικαστοῦ βήματι, χριστιανοὺς σφὰς ὁμολογοῦντες, ἀφροντίστως μὲν πρὸς τὰ δεινὰ καὶ τοὺς τῶν πολυειδῶν βασάνων τρόπους διακείμενοι, ἀκαταπλήκτως δὲ παρρησιαζόμενοι ἐπὶ τῇ εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείᾳ, μετά τε χαρᾶς
θαυμάσιοι μὲν οὖν καὶ οὗτοι, ἐξαιρέτως δὲ ἐκεῖνοι θαυμασιώτεροι, οἱ πλούτῳ μὲν καὶ εὐγενείᾳ καὶ δόξῃ, λόγῳ τε καὶ φιλοσοφίᾳ διαπρέψαντες, πάντα γε μὴν δεύτερα θέμενοι τῆς ἀληθοῦς εὐσεβείας καὶ τῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστεως·
οἷος Φιλόρωμος ἦν, ἀρχήν τινα οὐ τὴν τυχοῦσαν τῆς κατ’ Ἀλεξάνδρειαν βασιλικῆς διοικήσεως ἐγκεχειρισμένος, ὃς μετὰ τοῦ ἀξιώματος καὶ τῆς Ῥωμαϊκῆς τιμῆς ὑπὸ στρατιώταις δορυφορούμενος ἑκάστης ἀνεκρίνετο ἡμέρας· Φιλέας τε τῆς Θμουιτῶν ἐκκλησίας ἐπίσκοπος, διαπρέψας ἀνὴρ ταῖς κατὰ τὴν πατρίδα πολιτείαις τε καὶ λειτουργίαις, ἔν τε τοῖς κατὰ φιλοσοφίαν λόγοις·
οἱ καὶ μυρίων ὅσων πρὸς αἵματός τε καὶ τῶν ἄλλων φίλων ἀντιβολούντων, ἔτι μὴν τῶν ἐπ’ ἀξίας ἀρχόντων, πρὸς δὲ καὶ αὐτοῦ τοῦ δικαστοῦ παρακαλοῦντος, ὡς ἂν αὐτῶν οἶκτον λάβοιεν, φειδώ τε παίδων καὶ γυναικῶν ποιήσαιντο, οὐδαμῶς πρὸς τῶν τοσούτων ἐπὶ τὸ φιλοζωῆσαι μὲν ἑλέσθαι, καταφρονῆσαι δὲ τῶν περὶ ὁμολογίας καὶ ἀρνήσεως τοῦ σωτῆρος ἡμῶν θεσμῶν ὑπήχθησαν, ἀνδρείῳ δὲ λογισμῷ καὶ φιλοσόφῳ, μᾶλλον δὲ εὐσεβεῖ καὶ φιλοθέῳ ψυχῇ, πρὸς πάσας τοῦ δικαστοῦ τάς τε ἀπειλὰς καὶ τὰς ὕβρεις ἐνστάντες, ἄμφω τὰς κεφαλὰς ἀπετμήθησαν.
[Nic. H. E. VII, 9] Ἐπεὶ δὲ καὶ τῶν ἔξωθεν μαθημάτων ἕνεκα πολλοῦ λόγου ἄξιον γενέσθαι τὸν Φιλέαν ἔφαμεν, αὐτὸς ἑαυτοῦ παρίτω μάρτυς, ἄμα μὲν ἑαυτὸν ὅστις ποτ’ ἦν ἐπιδείξων, ἅμα δὲ
τούτων ἁπάντων ὑπο- “δειγμάτων ἡμῖν καὶ ὑπογραμμῶν καὶ καλῶν γνωρι- “σμάτων ἐν ταῖς θείαις καὶ ἱεραῖς γραφαῖς κειμένων, ·‘οὐδὲν μελλήσαντες οἱ μακάριοι σὺν ἡμῖν μάρτυρες, “τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν ἐπὶ πάντων θεὸν κα- “θαρῶς τείναντες, καὶ τὸν ἐπ’ εὐσεβείᾳ θάνατον ἐν “νῷ λαβόντες, ἀπρὶξ τῆς κλήσεως εἴχοντο, τὸν μὲν “κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὑρόντες ἐνανθρω- “πήσαντα δι’ ἡμᾶς, ἵνα πᾶσαν μὲν ἁμαρτίαν ἐκκόψῃ, “ἐφόδια δὲ τῆς εἰς τὴν αἰώνιον ζωὴν εἰσόδου ἡμῖν “κατάθηται· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα “θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, “καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἑαυτὸν ἐταπεί- ‘νωσεν ἕως θανάτου, θανάτου δὲ σταυροῦ.
διὸ καὶ “ζηλώσαντες τὰ μείζονα χαρίσματα οἶ Χριστοφόροι “μάρτυρες πάντα μὲν πόνον καὶ παντοίας ἐπινοίας “αἰκισμῶν οὐκ εἰσάπαξ, ἀλλ’ ἤδη καὶ δεύτερόν τινες “ὑπέμειναν, πάσας δὲ ἀπειλὰς οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τῶν δορυφόρων κατ’ αὐτῶν φιλοτιμουμένων, οὐκ ἐνεδίδουν τὴν γνώμην, διὰ τὸ τὴν τελείαν ἀγάπην ἔξω βάλλειν τὸν φόβον.
ὧν καταλέγειν τὴν ἀρετὴν καὶ τὴν ἐφ’ ἑκάστῃ βασάνῳ “ἀνδρείαν, τίς ἂν ἀρκέσειε λόγος; ἀνέσεως γὰρ οὔσης ἅπασι τοῖς βουλομένοις ἐνυβρίζειν, οἱ μὲν “ξύλοις ἔπαιον, ἕτεροι δὲ ῥάβδοις, ἄλλοι δὲ μάστιξιν, ἕτεροι δὲ πάλιν ἱμᾶσιν, ἄλλοι δὲ σχοινίοις.
καὶ “ἦν ἡ θέα τῶν αἰκισμῶν ἐνηλλαγμένη, καὶ πολλὴν “τὴν ἐν αὐτῇ κακίαν ἔχουσα. οἶ μὲν γὰρ ὀπίσω τὼ χεῖρε δεθέντες περὶ τὸ ξύλον ἐξηρτῶντο, καὶ μαγγάνοις τισὶ διετείνοντο πᾶν μέλος, εἶθ’ οὕτως διὰ